Δαρεῖος δὲ ὡς διαβὰς τάχιστα τὸν Ἑλλήσποντον ἀπίκετο ἐς Σάρδις , ἐμνήσθη τῆς ἐξ Ἱστιαίου τε τοῦ Μιλησίου εὐεργεσίης καὶ τῆς παραινέσιος τοῦ Μυτιληναίου Κώεω , μεταπεμψάμενος δὲ σφέας ἐς Σάρδις ἐδίδου αὐτοῖσι αἵρεσιν .
ὁ μὲν δὴ Ἱστιαῖος , ἅτε τυραννεύων τῆς Μιλήτου , τυραννίδος μὲν οὐδεμιῆς προσεχρήιζε , αἰτέει δὲ Μύρκινον τὴν Ἠδωνῶν , βουλόμενος ἐν αὐτῇ πόλιν κτίσαι . οὗτος μὲν δὴ ταύτην αἱρέεται , ὁ δὲ Κώης , οἷά τε οὐ τύραννος δημότης τε ἐών , αἰτέει Μυτιλήνης τυραννεῦσαι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.