ἀλλὰ Ἑλλῄνων μὲν τινὲς ἐπίσημοι βουλόμενοι γενέσθαι σοφίην ἔλεξαν περὶ τοῦ ὕδατος τούτου τριφασίας ὁδούς · τῶν τὰς μὲν δύο τῶν ὁδῶν οὐδʼ ἀξιῶ μνησθῆναι εἰ μὴ ὅσον σημῆναι βουλόμενος μοῦνον ·
τῶν ἡ ἑτέρη μὲν λέγει τοὺς ἐτησίας ἀνέμους εἶναι αἰτίους πληθύειν τὸν ποταμόν , κωλύοντας ἐς θάλασσαν ἐκρέειν τὸν Νεῖλον . πολλάκις δὲ ἐτησίαι μὲν οὔκων ἔπνευσαν , ὁ δὲ Νεῖλος τὠυτὸ ἐργάζεται . πρὸς
δέ , εἰ ἐτησίαι αἴτιοι ἦσαν , χρῆν καὶ τοὺς ἄλλους ποταμούς , ὅσοι τοῖσι ἐτησίῃσι ἀντίοι ῥέουσι , ὁμοίως πάσχειν καὶ κατὰ τὰ αὐτὰ τῷ Νείλῳ , καὶ μᾶλλον ἔτι τοσούτῳ ὅσῳ ἐλάσσονες ἐόντες ἀσθενέστερα τὰ ῥεύματα παρέχονται . εἰσὶ δὲ πολλοὶ μὲν ἐν τῇ Συρίῃ ποταμοὶ πολλοὶ δὲ ἐν τῇ Λιβύῃ , οἳ οὐδὲν τοιοῦτο πάσχουσι οἷόν τι καὶ ὁ Νεῖλος .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.