ὡς ὦν δὴ οἱ Ἀθηναῖοι λέγουσι , οὗτοι οἱ ἄνδρες ἐν Δελφοῖσι κατήμενοι ἀνέπειθον τὴν Πυθίην χρήμασι , ὅκως ἔλθοιεν Σπαρτιητέων ἄνδρες εἴτε ἰδίῳ στόλῳ εἴτε δημοσίῳ χρησόμενοι , προφέρειν σφι τὰς Ἀθήνας ἐλευθεροῦν .
Λακεδαιμόνιοι δέ , ὥς σφι αἰεὶ τὠυτὸ πρόφαντον ἐγίνετο , πέμπουσι Ἀγχιμόλιον τὸν Ἀστέρος , ἐόντα τῶν ἀστῶν ἄνδρα δόκιμον , σὺν στρατῷ ἐξελῶντα Πεισιστρατίδας ἐξ Ἀθηνέων ὅμως καὶ ξεινίους σφι ἐόντας τὰ μάλιστα · τὰ γὰρ τοῦ θεοῦ πρεσβύτερα ἐποιεῦντο ἢ τὰ τῶν ἀνδρῶν · πέμπουσι δὲ τούτους κατὰ θάλασσαν πλοίοισι . ὃ
μὲν δὴ προσσχὼν ἐς Φάληρον τὴν στρατιὴν ἀπέβησε , οἱ δὲ Πεισιστρατίδαι προπυνθανόμενοι ταῦτα ἐπεκαλέοντο ἐκ Θεσσαλίης ἐπικουρίην · ἐπεποίητο γάρ σφι συμμαχίη πρὸς αὐτούς . Θεσσαλοὶ δέ σφι δεομένοισι ἀπέπεμψαν κοινῇ γνώμῃ χρεώμενοι χιλίην τε ἵππον καὶ τὸν βασιλέα τὸν σφέτερον Κινέην ἄνδρα Κονιαῖον · τοὺς ἐπείτε ἔσχον συμμάχους οἱ Πεισιστρατίδαι , ἐμηχανῶντο τοιάδε · κείραντες
τῶν Φαληρέων τὸ πεδίον καὶ ἱππάσιμον ποιήσαντες τοῦτον τὸν χῶρον ἐπῆκαν τῷ στρατοπέδῳ τὴν ἵππον · ἐμπεσοῦσα δὲ διέφθειρε ἄλλους τε πολλοὺς τῶν Λακεδαιμονίων καὶ δὴ καὶ τὸν Ἀγχιμόλιον · τοὺς δὲ περιγενομένους αὐτῶν ἐς τὰς νέας κατεῖρξαν . ὁ μὲν δὴ πρῶτος στόλος ἐκ Λακεδαίμονος οὕτω ἀπήλλαξε , καὶ Ἀγχιμολίου εἰσὶ ταφαὶ τῆς Ἀττικῆς Ἀλωπεκῆσι , ἀγχοῦ τοῦ Ἡρακλείου τοῦ ἐν Κυνοσάργεϊ .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.