ἐκ τούτων δὴ ὦν σφι τῶν δούλων καὶ τῶν γυναικῶν ἐτράφη νεότης · οἳ ἐπείτε ἔμαθον τὴν σφετέρην γένεσιν , ἠντιοῦντο αὐτοῖσι κατιοῦσι ἐκ τῶν Μήδων . καὶ
πρῶτα μὲν τὴν χώρην ἀπετάμοντο , τάφρον ὀρυξάμενοι εὐρέαν κατατείνουσαν ἐκ τῶν Ταυρικῶν ὀρέων ἐς τὴν Μαιῆτιν λίμνην , τῇ περ ἐστὶ μεγίστη · μετά γε πειρωμένοισι ἐσβάλλειν τοῖσι Σκύθῃσι ἀντικατιζόμενοι ἐμάχοντο . γινομένης
δὲ μάχης πολλάκις καί οὐ δυναμένων οὐδὲν πλέον ἔχειν τῶν Σκυθέων τῇ μάχῃ , εἷς αὐτῶν ἔλεξε τάδε . οἷα ποιεῦμεν , ἄνδρες Σκύθαι · δούλοισι τοῖσι ἡμετέροισι μαχόμενοι αὐτοί τε κτεινόμενοι ἐλάσσονες γινόμεθα καὶ ἐκείνους κτείνοντες ἐλασσόνων τὸ λοιπὸν ἄρξομεν . νῦν
ὦν μοι δοκέει αἰχμὰς μὲν καὶ τόξα μετεῖναι , λαβόντα δὲ ἕκαστον τοῦ ἵππου τὴν μάστιγα ἰέναι ἆσσον αὐτῶν . μέχρι μὲν γὰρ ὥρων ἡμέας ὅπλα ἔχοντας , οἳ δὲ ἐνόμιζον ὅμοιοί τε καί ἐξ ὁμοίων ἡμῖν εἶναι · ἐπεὰν δὲ ἴδωνται μάστιγας ἀντὶ ὅπλων ἔχοντας , μαθόντες ὡς εἰσὶ ἡμέτεροι δοῦλοι καὶ συγγνόντες τοῦτο , οὐκ ὑπομενέουσι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.