τὰς δὲ δὴ αἶγας καὶ τοὺς τράγους τῶνδε εἵνεκα οὐ θύουσι Αἰγυπτίων οἱ εἰρημένοι · τὸν Πᾶνα τῶν ὀκτὼ θεῶν λογίζονται εἶναι οἱ Μενδήσιοι , τοὺς δὲ ὀκτὼ θεοὺς τούτους προτέρους τῶν δυώδεκα θεῶν φασι γενέσθαι .
γράφουσί τε δὴ καὶ γλύφουσι οἱ ζωγράφοι καὶ οἱ ἀγαλματοποιοὶ τοῦ Πανὸς τὤγαλμα κατά περ Ἕλληνες αἰγοπρόσωπον καὶ τραγοσκελέα , οὔτι τοιοῦτον νομίζοντες εἶναί μιν ἀλλὰ ὁμοῖον τοῖσι ἄλλοισι θεοῖσι · ὅτευ δὲ εἵνεκα τοιοῦτον γράφουσι αὐτόν , οὔ μοι ἥδιον ἐστὶ λέγειν . σέβονται
δὲ πάντας τοὺς αἶγας οἱ Μενδήσιοι , καὶ μᾶλλον τοὺς ἔρσενας τῶν θηλέων , καὶ τούτων οἱ αἰπόλοι τιμὰς μέζονας ἔχουσι · ἐκ δὲ τούτων ἕνα μάλιστα , ὅστις ἐπεὰν ἀποθάνῃ , πένθος μέγα παντὶ τῷ Μενδησίῳ νομῷ τίθεται . καλέεται
δὲ ὅ τε τράγος καὶ ὁ Πὰν Αἰγυπτιστὶ Μένδης . ἐγένετο δὲ ἐν τῷ νομῷ τούτῳ ἐπʼ ἐμεῦ τοῦτο τὸ τέρας · γυναικὶ τράγος ἐμίσγετο ἀναφανδόν . τοῦτο ἐς ἐπίδεξιν ἀνθρώπων ἀπίκετο .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.