προεῖπε μὲν δὴ ταῦτα αὐτίκα ἐνιστάμενος ἐς τὴν ἀρχήν , ὀγδόῳ δὲ μηνὶ ἐγένετο κατάδηλος τρόπῳ τοιῷδε . Ὀτάνης ἦν Φαρνάσπεω μὲν παῖς , γένεϊ δὲ καὶ χρήμασι ὅμοιος τῷ πρώτῳ Περσέων .
οὗτος ὁ Ὀτάνης πρῶτος ὑπώπτευσε τὸν Μάγον ὡς οὐκ εἴη ὁ Κύρου Σμέρδις ἀλλʼ ὅς περ ἦν , τῇδε συμβαλόμενος , ὅτι τε οὐκ ἐξεφοίτα ἐκ τῆς ἀκροπόλιος καὶ ὅτι οὐκ ἐκάλεε ἐς ὄψιν ἑωυτῷ οὐδένα τῶν λογίμων Περσέων · ὑποπτεύσας
δέ μιν ἐποίεε τάδε . ἔσχε αὐτοῦ Καμβύσης θυγατέρα , τῇ οὔνομα ἦν Φαιδύμη · τὴν αὐτὴν δὴ ταύτην εἶχε τότε ὁ Μάγος καὶ ταύτῃ τε συνοίκεε καὶ τῇσι ἄλλῃσι πάσῃσι τῇσι τοῦ Καμβύσεω γυναιξί . πέμπων δὴ ὦν ὁ Ὀτάνης παρὰ ταύτην τὴν θυγατέρα ἐπυνθάνετο παρʼ ὅτεῳ ἀνθρώπων κοιμῷτο , εἴτε μετὰ Σμέρδιος τοῦ Κύρου εἴτε μετὰ ἄλλου τευ . ἣ
δέ οἱ ἀντέπεμπε φαμένη οὐ γινώσκειν · οὔτε γὰρ τὸν Κύρου Σμέρδιν ἰδέσθαι οὐδαμὰ οὔτε ὅστις εἴη ὁ συνοικέων αὐτῇ εἰδέναι . ἔπεμπε δεύτερα ὁ Ὀτάνης λέγων εἰ μὴ αὐτὴ Σμέρδιν τὸν Κύρου γινώσκεις , σὺ δὲ παρὰ Ἀτόσσης πύθευ ὅτεῳ τούτῳ συνοικέει αὐτή τε ἐκείνη καὶ σύ · πάντως γὰρ δή κου τόν γε ἑωυτῆς ἀδελφεὸν γινώσκει . ἀντιπέμπει πρὸς ταῦτα ἡ θυγάτηρ οὔτε
Ἀτόσσῃ δύναμαι ἐς λόγους ἐλθεῖν οὔτε ἄλλην οὐδεμίαν ἰδέσθαι τῶν συγκατημενέων γυναικῶν . ἐπείτε γὰρ τάχιστα οὗτος ὥνθρωπος , ὅστις κοτὲ ἐστί , παρέλαβε τὴν βασιληίην , διέσπειρε ἡμέας ἄλλην ἄλλῃ τάξας .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.