Ἀμύντης μὲν δὴ ταῦτα ὁρέων ἀτρέμας εἶχε , καίπερ δυσφορέων , οἷα ὑπερδειμαίνων τοὺς Πέρσας · Ἀλέξανδρος δὲ ὁ Ἀμύντεω παρεών τε καὶ ὁρέων ταῦτα , ἅτε νέος τε ἐὼν καὶ κακῶν ἀπαθής , οὐδαμῶς ἔτι κατέχειν οἷος τε ἦν , ὥστε δὲ βαρέως φέρων εἶπε πρὸς Ἀμύντην τάδε . ὦ πάτερ , σὺ μὲν εἶκε τῇ ἡλικίῃ ἀπιών τε ἀναπαύεο , μηδὲ λιπάρεε τῇ πόσι · ἐγὼ δὲ προσμένων αὐτοῦ τῇδε πάντα τὰ ἐπιτήδεα παρέξω τοῖσι ξείνοισι .
πρὸς ταῦτα συνιεὶς Ἀμύντης ὅτι νεώτερα πρήγματα πρήσσειν μέλλοι ὁ Ἀλέξανδρος , λέγει ὦ παῖ , σχεδὸν γάρ σευ ἀνακαιομένου συνίημι τοὺς λόγους , ὅτι ἐθέλεις ἐμὲ ἐκπέμψας ποιέειν τι νεώτερον · ἐγὼ ὦν σευ χρηίζω μηδὲν νεοχμῶσαι κατʼ ἄνδρας τούτους , ἵνα μὴ ἐξεργάσῃ ἡμέας , ἀλλὰ ἀνέχευ ὁρέων τὰ ποιεύμενα · ἀμφὶ δὲ ἀπόδῳ τῇ ἐμῇ πείσομαί τοι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.