οἱ μὲν ταῦτα ἀμείβοντο , Λακεδαιμονίων δὲ ἀνέβωσε ἅπαν τὸ στρατόπεδον Ἀθηναίους ἀξιονικοτέρους εἶναι ἔχειν τὸ κέρας ἤ περ Ἀρκάδας . οὕτω δὴ ἔσχον οἱ Ἀθηναῖοι καὶ ὑπερεβάλοντο τοὺς Τεγεήτας . μετὰ
δὲ ταῦτα ἐτάσσοντο ὧδε οἱ ἐπιφοιτῶντές τε καὶ οἱ ἀρχὴν ἐλθόντες Ἑλλήνων . τὸ μὲν δεξιὸν κέρας εἶχον Λακεδαιμονίων μύριοι · τούτων δὲ τοὺς πεντακισχιλίους ἐόντας Σπαρτιήτας ἐφύλασσον ψιλοὶ τῶν εἱλώτων πεντακισχίλιοι καὶ τρισμύριοι , περὶ ἄνδρα ἕκαστον ἑπτὰ τεταγμένοι . προσεχέας
δὲ σφίσι εἵλοντο ἑστάναι οἱ Σπαρτιῆται τοὺς Τεγεήτας καὶ τιμῆς εἵνεκα καὶ ἀρετῆς · τούτων δʼ ἦσαν ὁπλῖται χίλιοι καὶ πεντακόσιοι . μετὰ δὲ τούτους ἵσταντο Κορινθίων πεντακισχίλιοι , παρὰ δὲ σφίσι εὕροντο παρὰ Παυσανίεω ἑστάναι Ποτιδαιητέων τῶν ἐκ Παλλήνης τοὺς παρεόντας τριηκοσίους . τούτων
δὲ ἐχόμενοι ἵσταντο Ἀρκάδες Ὀρχομένιοι ἑξακόσιοι , τούτων δὲ Σικυώνιοι τρισχίλιοι . τούτων δὲ εἴχοντο Ἐπιδαυρίων ὀκτακόσιοι . παρὰ δὲ τούτους Τροιζηνίων ἐτάσσοντο χίλιοι , Τροιζηνίων δὲ ἐχόμενοι Λεπρεητέων διηκόσιοι , τούτων δὲ Μυκηναίων καὶ Τιρυνθίων τετρακόσιοι , τούτων δὲ ἐχόμενοι Φλειάσιοι χίλιοι . παρὰ δὲ τούτους ἔστησαν Ἑρμιονέες τριηκόσιοι . Ἑρμιονέων
δὲ ἐχόμενοι ἵσταντο Ἐρετριέων τε καὶ Στυρέων ἑξακόσιοι , τούτων δὲ Χαλκιδέες τετρακόσιοι , τούτων δὲ Ἀμπρακιητέων πεντακόσιοι . μετὰ δὲ τούτους Λευκαδίων καὶ Ἀνακτορίων ὀκτακόσιοι ἔστησαν , τούτων δὲ ἐχόμενοι Παλέες οἱ ἐκ Κεφαλληνίης διηκόσιοι . μετὰ
δὲ τούτους Αἰγινητέων πεντακόσιοι ἐτάχθησαν . παρὰ δὲ τούτους ἐτάσσοντο Μεγαρέων τρισχίλιοι . εἴχοντο δὲ τούτων Πλαταιέες ἑξακόσιοι . τελευταῖοι δὲ καὶ πρῶτοι Ἀθηναῖοι ἐτάσσοντο , κέρας ἔχοντες τὸ εὐώνυμον , ὀκτακισχίλιοι · ἐστρατήγεε δʼ αὐτῶν Ἀριστείδης ὁ Λυσιμάχου .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.