ἐν δὲ τῷ διὰ μέσου χρόνῳ , ἐπείτε τὸ ἐν Θερμοπύλῃσι τρῶμα ἐγεγόνεε , αὐτίκα Θεσσαλοὶ πέμπουσι κήρυκα ἐς Φωκέας , ἅτε σφι ἔχοντες αἰεὶ χόλον , ἀπὸ δὲ τοῦ ὑστάτου τρώματος καὶ τὸ κάρτα .
ἐσβαλόντες γὰρ πανστρατιῇ αὐτοί τε οἱ Θεσσαλοὶ καὶ οἱ σύμμαχοι αὐτῶν ἐς τοὺς Φωκέας , οὐ πολλοῖσι ἔτεσι πρότερον ταύτης τῆς βασιλέος στρατηλασίης , ἑσσώθησαν ὑπὸ τῶν Φωκέων καὶ περιέφθησαν τρηχέως . ἐπείτε
γὰρ κατειλήθησαν ἐς τὸν Παρνησὸν οἱ Φωκέες ἔχοντες μάντιν Τελλίην τὸν Ἠλεῖον , ἐνθαῦτα ὁ Τελλίης οὗτος σοφίζεται αὐτοῖσι τοιόνδε . γυψώσας ἄνδρας ἑξακοσίους τῶν φωκέων τοὺς , ἀρίστους , αὐτούς τε τούτους καὶ τὰ ὅπλα αὐτῶν , νυκτὸς ἐπεθήκατο τοῖσι Θεσσαλοῖσι , προείπας αὐτοῖσι , τὸν ἂν μὴ λευκανθίζοντα ἴδωνται , τοῦτον κτείνειν . τούτους
ὦν αἵ τε φυλακαὶ τῶν Θεσσαλῶν πρῶται ἰδοῦσαι ἐφοβήθησαν , δόξασαι ἄλλο τι εἶναι τέρας , καὶ μετὰ τὰς φυλακὰς αὐτὴ ἡ στρατιὴ οὕτω ὥστε τετρακισχιλίων κρατῆσαι νεκρῶν καὶ ἀσπίδων Φωκέας , τῶν τὰς μὲν ἡμισέας ἐς Ἄβας ἀνέθεσαν τὰς δὲ ἐς Δελφούς · ἡ δὲ
δεκάτη ἐγένετο τῶν χρημάτων ἐκ ταύτης τῆς μάχης οἱ μεγάλοι ἀνδριάντες οἱ περὶ τὸν τρίποδα συνεστεῶτες ἔμπροσθε τοῦ νηοῦ τοῦ ἐν Δελφοῖσι , καὶ ἕτεροι τοιοῦτοι ἐν Ἄβῃσι ἀνακέαται .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.