οὗτοι μὲν δὴ ἐν οὐδενὶ λόγῳ ἀπώλοντο · οἱ δὲ Πέρσαι καὶ ὁ ἄλλος ὅμιλος , ὡς κατέφυγον ἐς τὸ ξύλινον τεῖχος , ἔφθησαν ἐπὶ τοὺς πύργους ἀναβάντες πρὶν ἢ τοὺς Λακεδαιμονίους ἀπικέσθαι , ἀναβάντες δὲ ἐφράξαντο ὡς ἠδυνέατο ἄριστα τὸ τεῖχος · προσελθόντων δὲ τῶν Λακεδαιμονίων κατεστήκεέ σφι τειχομαχίη ἐρρωμενεστέρη .
ἕως μὲν γὰρ ἀπῆσαν οἱ Ἀθηναῖοι , οἳ δʼ ἠμύνοντο καὶ πολλῷ πλέον εἶχον τῶν Λακεδαιμονίων ὥστε οὐκ ἐπισταμένων τειχομαχέειν · ὡς δέ σφι Ἀθηναῖοι προσῆλθον , οὕτω δὴ ἰσχυρὴ ἐγίνετο τειχομαχίη καὶ χρόνον ἐπὶ πολλόν . τέλος δὲ ἀρετῇ τε καὶ λιπαρίῃ ἐπέβησαν Ἀθηναῖοι τοῦ τείχεος καὶ ἤριπον · τῇ δὴ ἐσεχέοντο οἱ Ἕλληνες . πρῶτοι
δὲ ἐσῆλθον Τεγεῆται ἐς τὸ τεῖχος , καὶ τὴν σκηνὴν τὴν Μαρδονίου οὗτοι ἦσαν οἱ διαρπάσαντες , τά τε ἄλλα ἐξ αὐτῆς καὶ τὴν φάτνην τῶν ἵππων ἐοῦσαν χαλκέην πᾶσαν καὶ θέης ἀξίην . τὴν μέν νυν φάτνην ταύτην τὴν Μαρδονίου ἀνέθεσαν ἐς τὸν νηὸν τῆς Ἀλέης Ἀθηναίης Τεγεῆται , τὰ δὲ ἄλλα ἐς τὠυτό , ὅσα περ ἔλαβον , ἐσήνεικαν τοῖσι Ἕλλησι . οἱ
δὲ βάρβαροι οὐδὲν ἔτι στῖφος ἐποιήσαντο πεσόντος τοῦ τείχεος , οὐδέ τις αὐτῶν ἀλκῆς ἐμέμνητο , ἀλύκταζόν τε οἷα ἐν ὀλίγῳ χώρῳ πεφοβημένοι τε καὶ πολλαὶ μυριάδες κατειλημέναι ἀνθρώπων · παρῆν
τε τοῖσι Ἕλλησι φονεύειν οὕτω ὥστε τριήκοντα μυριάδων στρατοῦ , καταδεουσέων τεσσέρων τὰς ἔχων Ἀρτάβαζος ἔφευγε , τῶν λοιπέων μηδὲ τρεῖς χιλιάδας περιγενέσθαι . Λακεδαιμονίων δὲ τῶν ἐκ Σπάρτης ἀπέθανον οἱ πάντες ἐν τῇ συμβολῇ εἷς καὶ ἐνενήκοντα , Τεγεητέων δὲ ἑκκαίδεκα , Ἀθηναίων δὲ δύο καὶ πεντήκοντα .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.