φιλέει δέ κως προσημαίνειν , εὖτʼ ἂν μέλλῃ μεγάλα κακὰ ἢ πόλι ἢ ἔθνεϊ ἔσεσθαι · καὶ γὰρ Χίοισι πρὸ τούτων σημήια μεγάλα ἐγένετο ·
τοῦτο μέν σφι πέμψασι ἐς Δελφοὺς χορὸν νεηνιέων ἑκατὸν δύο μοῦνοι τούτων ἀπενόστησαν , τοὺς δὲ ὀκτώ τε καὶ ἐνενήκοντα αὐτῶν λοιμὸς ὑπολαβὼν ἀπήνεικε · τοῦτο δὲ ἐν τῇ πόλι τὸν αὐτὸν τοῦτον χρόνον , ὀλίγον πρὸ τῆς ναυμαχίης , παισὶ γράμματα διδασκομένοισι ἐνέπεσε ἡ στέγη , ὥστε ἀπʼ ἑκατὸν καὶ εἴκοσι παίδων εἷς μοῦνος ἀπέφυγε . ταῦτα
μὲν σφι σημήια ὁ θεὸς προέδεξε , μετὰ δὲ ταῦτα ἡ ναυμαχίη ὑπολαβοῦσα ἐς γόνυ τὴν πόλιν ἔβαλε , ἐπὶ δὲ τῇ ναυμαχίῃ ἐπεγένετο Ἱστιαῖος Λεσβίους ἄγων · κεκακωμένων δὲ τῶν Χίων , καταστροφὴν εὐπετέως αὐτῶν ἐποιήσατο .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.