οὕτω μέν νυν ὁ νηὸς τῶν φανερῶν μοι τῶν περὶ τοῦτο τὸ ἱρὸν ἐστὶ θωμαστότατον , τῶν δὲ δευτέρων νῆσος ἡ Χέμμις καλευμένη ·
ἔστι μὲν ἐν λίμνῃ βαθέῃ καὶ πλατέῃ κειμένη παρὰ τὸ ἐν Βουτοῖ ἱρόν , λέγεται δὲ ὑπʼ Αἰγυπτίων εἶναι αὕτη ἡ νῆσος πλωτή . αὐτὸς μὲν ἔγωγε οὔτε πλέουσαν οὔτε κινηθεῖσαν εἶδον , τέθηπα δὲ ἀκούων εἰ νῆσος ἀληθέως ἐστὶ πλωτή . ἐν
δὲ ὦν ταύτῃ νηός τε Ἀπόλλωνος μέγας ἔνι καὶ βωμοὶ τριφάσιοι ἐνιδρύαται , ἐμπεφύκασι δʼ ἐν αὐτῇ φοίνικες συχνοὶ καὶ ἄλλα δένδρεα καὶ καρποφόρα καὶ ἄφορα πολλά . λόγον
δὲ τόνδε ἐπιλέγοντες οἱ Αἰγύπτιοι φασὶ εἶναι αὐτὴν πλωτήν , ὡς ἐν τῇ νήσῳ ταύτῃ οὐκ ἐούσῃ πρότερον πλωτῇ Λητώ , ἐοῦσα τῶν ὀκτὼ θεῶν τῶν πρώτων γενομένων , οἰκέουσα δὲ ἐν Βουτοῖ πόλι , ἵνα δή οἱ τὸ χρηστήριον τοῦτο ἐστί , Ἀπόλλωνα παρʼ Ἴσιος παρακαταθήκην δεξαμένη διέσωσε κατακρύψασα ἐν τῇ νῦν πλωτῇ λεγομένῃ νήσῳ , ὅτε τὸ πᾶν διζήμενος ὁ Τυφῶν ἐπῆλθε , θέλων ἐξευρεῖν τοῦ Ὀσίριος τὸν παῖδα . Ἀπόλλωνα
δὲ καὶ Ἄρτεμιν Διονύσου καὶ Ἴσιος λέγουσι εἶναι παῖδας , Λητοῦν δὲ τροφὸν αὐτοῖσι καὶ σώτειραν γενέσθαι . Αἰγυπτιστὶ δὲ Ἀπόλλων μὲν Ὦρος , Δημήτηρ δὲ Ἶσις , Ἄρτεμις δὲ Βούβαστις . ἐκ τούτου
δὲ τοῦ λόγου καὶ οὐδενὸς ἄλλου Αἰσχύλος ὁ Εὐφορίωνος ἥρπασε τὸ ἐγὼ φράσω , μοῦνος δὴ ποιητέων τῶν προγενομένων · ἐποίησε γὰρ Ἄρτεμιν εἶναι θυγατέρα Δήμητρος . τὴν δὲ νῆσον διὰ τοῦτο γενέσθαι πλωτήν . ταῦτα μὲν οὕτω λέγουσι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.