οὗτοι μέν νυν ταῦτα ἔπρησσον . Θῃβαῖοι δὲ μετὰ ταῦτα ἐς θεὸν ἔπεμπον , βουλόμενοι τίσασθαι Ἀθηναίους . ἡ δὲ Πυθίη ἀπὸ σφέων μὲν αὐτῶν οὐκ ἔφη αὐτοῖσι εἶναι τίσιν , ἐς πολύφημον δὲ ἐξενείκαντας ἐκέλευε τῶν ἄγχιστα δέεσθαι .
ἀπελθόντων ὦν τῶν θεοπρόπων , ἐξέφερον τὸ χρηστήριον ἁλίην ποιησάμενοι · ὡς ἐπυνθάνοντο δὲ λεγόντων αὐτῶν τῶν ἄγχιστα δέεσθαι , εἶπαν οἱ Θηβαῖοι ἀκούσαντες τούτων οὐκ ὦν ἄγχιστα ἡμέων οἰκέουσι Ταναγραῖοί τε καὶ Κορωναῖοι καὶ Θεσπιέες ; καὶ οὗτοί γε ἅμα ἡμῖν αἰεὶ μαχόμενοι προθύμως συνδιαφέρουσι τὸν πόλεμον · τί δεῖ τούτων γε δέεσθαι ; ἀλλὰ μᾶλλον μὴ οὐ τοῦτο ᾖ τὸ χρηστήριον .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.