ὁ μὲν δὴ Ἴστρος , ῥέει γὰρ διʼ οἰκεομένης , πρὸς πολλῶν γινώσκεται , περὶ δὲ τῶν τοῦ Νείλου πηγέων οὐδεὶς ἔχει λέγειν · ἀοίκητός τε γὰρ καὶ ἔρημος ἐστὶ ἡ Λιβύη διʼ ἧς ῥέει . περὶ δὲ τοῦ ῥεύματος αὐτοῦ , ἐπʼ ὅσον μακρότατον ἱστορεῦντα ἦν ἐξικέσθαι , εἴρηται · ἐκδιδοῖ δὲ ἐς Αἴγυπτον . ἡ δὲ Αἴγυπτος τῆς ὀρεινῆς Κιλικίης μάλιστά κῃ ἀντίη κέεται ·
ἐνθεῦτεν δὲ ἐς Σινώπην τὴν ἐν τῷ Εὐξείνῳ πόντῳ πέντε ἡμερέων ἰθέα ὁδὸς εὐζώνῳ ἀνδρί · ἡ δὲ Σινώπη τῷ Ἴστρῳ ἐκδιδόντι ἐς θάλασσαν ἀντίον κέεται . οὕτω τὸν Νεῖλον δοκέω διὰ πάσης τῆς Λιβύης διεξιόντα ἐξισοῦσθαι τῷ Ἴστρῳ .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.