χρησμοῖσι δὲ οὐκ ἔχω ἀντιλέγειν ὡς οὐκ εἰσὶ ἀληθέες , οὐ βουλόμενος ἐναργέως λέγοντας πειρᾶσθαι καταβάλλειν , ἐς τοιάδε πρήγματα ἐσβλέψας .
ἀλλʼ ὅταν Ἀρτέμιδος χρυσαόρου ἱερὸν ἀκτήν1νηυσὶ γεφυρώσωσι καὶ εἰναλίην Κυνόσουραν1ἐλπίδι μαινομένῃ , λιπαρὰς πέρσαντες Ἀθήνας ,1δῖα δίκη σβέσσει κρατερὸν κόρον , ὕβριος υἱόν ,1δεινὸν μαιμώοντα , δοκεῦντʼ ἀνὰ πάντα πίεσθαι .1
ἐς τοιαῦτα μὲν καὶ οὕτω ἐναργέως λέγοντι Βάκιδι ἀντιλογίης χρησμῶν πέρι οὔτε αὐτὸς λέγειν τολμέω οὔτε παρʼ ἄλλων ἐνδέκομαι .χαλκὸς γὰρ χαλκῷ συμμίξεται , αἵματι δʼ Ἄρης1πόντον φοινίξει . τότʼ ἐλεύθερον Ἑλλάδος ἦμαρ1εὐρύοπα Κρονίδης ἐπάγει καὶ πότνια Νίκη .1
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.