ἦν δὲ τῶν τις Ἀθηναίων ἀνὴρ ἐς πρώτους νεωστὶ παριών , τῷ οὔνομα μὲν ἦν Θεμιστοκλέης , παῖς δὲ Νεοκλέος ἐκαλέετο . οὗτος ὡνὴρ οὐκ ἔφη πᾶν ὀρθῶς τοὺς χρησμολόγους συμβάλλεσθαι , λέγων τοιάδε · εἰ ἐς Ἀθηναίους εἶχε τὸ ἔπος εἰρημένον ἐόντως , οὐκ ἂν οὕτω μιν δοκέειν ἠπίως χρησθῆναι , ἀλλὰ ὧδε ὦ σχετλίη Σαλαμίς ἀντὶ τοῦ ὦ θείη Σαλαμίς , εἴ πέρ γε ἔμελλον οἱ οἰκήτορες ἀμφʼ αὐτῇ τελευτήσειν ·
ἀλλὰ γὰρ ἐς τοὺς πολεμίους τῷ θεῷ εἰρῆσθαι τὸ χρηστήριον συλλαμβάνοντι κατὰ τὸ ὀρθόν , ἀλλʼ οὐκ ἐς Ἀθηναίους · παρασκευάζεσθαι ὦν αὐτοὺς ὡς ναυμαχήσοντας συνεβούλευε , ὡς τούτου ἐόντος τοῦ ξυλίνου τείχεος . ταύτῃ
Θεμιστοκλέος ἀποφαινομένου Ἀθηναῖοι ταῦτα σφίσι ἔγνωσαν αἱρετώτερα εἶναι μᾶλλον ἢ τὰ τῶν χρησμολόγων , οἳ οὐκ ἔων ναυμαχίην ἀρτέεσθαι , τὸ δὲ σύμπαν εἰπεῖν οὐδὲ χεῖρας ἀνταείρεσθαι , ἀλλὰ ἐκλιπόντας χώρην τὴν Ἀττικὴν ἄλλην τινὰ οἰκίζειν .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.