ὁ μὲν δὴ κῆρυξ οἰχώκεε ἀγγελέων ταῦτα Δαρείῳ , οἱ δὲ Σκυθέων βασιλέες ἀκούσαντες τῆς δουλοσύνης τὸ οὔνομα ὀργῆς ἐπλήσθησαν . τὴν
μὲν δὴ μετὰ Σαυροματέων μοῖραν ταχθεῖσαν , τῆς ἦρχε Σκώπασις , πέμπουσι Ἴωσι κελεύοντες ἐς λόγους ἀπικέσθαι , τούτοισι οἳ τὸν Ἴστρον ἐζευγμένον ἐφρούρεον · αὐτῶν δὲ τοῖσι ὑπολειπομένοισι ἔδοξε πλανᾶν μὲν μηκέτι Πέρσας , σῖτα δὲ ἑκάστοτε ἀναιρεομένοισι ἐπιτίθεσθαι . νωμῶντες ὦν σῖτα ἀναιρεομένους τοὺς Δαρείου ἐποίευν τὰ βεβουλευμένα . ἡ
μὲν δὴ ἵππος τὴν ἵππον αἰεὶ τράπεσκε ἡ τῶν Σκυθέων , οἱ δὲ τῶν Περσέων ἱππόται φεύγοντες ἐσέπιπτον ἐς τὸν πεζόν , ὁ δὲ πεζὸς ἂν ἐπεκούρεε · οἱ δὲ Σκύθαι ἐσαράξαντες τὴν ἵππον ὑπέστρεφον τὸν πεζὸν φοβεόμενοι . ἐποιέοντο δὲ καὶ τὰς νύκτας παραπλησίας προσβολὰς οἱ Σκύθαι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.