τέταρτος δὲ Βορυσθένης ποταμός , ὃς ἐστί τε μέγιστος μετὰ Ἴστρον τούτων καὶ πολυαρκέστατος κατὰ γνώμας τὰς ἡμετέρας οὔτι μοῦνον τῶν Σκυθικῶν ποταμῶν ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων , πλὴν Νείλου τοῦ Αἰγυπτίου · τούτῳ γὰρ οὐκ οἷά τε ἐστὶ συμβαλεῖν ἄλλον ποταμόν · τῶν
δὲ λοιπῶν Βορυσθένης ἐστὶ πολυαρκέστατος , ὃς νομάς τε καλλίστας καὶ εὐκομιδεστάτας κτήνεσι παρέχεται ἰχθύας τε ἀρίστους διακριδὸν καὶ πλείστους , πίνεσθαι τε ἥδιστος ἐστί , ῥέει τε καθαρὸς παρὰ θολεροῖσι , σπόρος τε παρʼ αὐτὸν ἄριστος γίνεται , ποίη τε , τῇ οὐ σπείρεται ἡ χώρη , βαθυτάτη · ἅλες
τε ἐπὶ τῷ στόματι αὐτοῦ αὐτόματοι πήγνυνται ἄπλετοι · κήτεά τε μεγάλα ἀνάκανθα , τὰ ἀντακαίους καλέουσι , παρέχεται ἐς ταρίχευσιν , ἄλλα τε πολλὰ θωμάσαι ἄξια . μέχρι
μέν νυν Γερρέων χώρου , ἐς τὸν τεσσεράκοντα ἡμερέων πλόος ἐστί , γινώσκεται ῥέων ἀπὸ βορέω ἀνέμου · τὸ δὲ κατύπερθε διʼ ὧν ῥέει ἀνθρώπων οὐδεὶς ἔχει φράσαι · φαίνεται δὲ ῥέων διʼ ἐρήμου ἐς τῶν γεωργῶν Σκυθέων τὴν χώρην · οὗτοι γὰρ οἱ Σκύθαι παρʼ αὐτὸν ἐπὶ δέκα ἡμερέων πλόον νέμονται . μούνου
δὲ τούτου τοῦ ποταμοῦ καὶ Νείλου οὐκ ἔχω φράσαι τὰς πηγάς , δοκέω δέ , οὐδὲ οὐδεὶς Ἑλλήνων . ἀγχοῦ τε δὴ θαλάσσης ὁ Βορυσθένης ῥέων γίνεται καὶ οἱ συμμίσγεται ὁ Ὕπανις ἐς τὠυτὸ ἕλος ἐκδιδούς . τὸ δὲ
μεταξὺ τῶν ποταμῶν τούτων , ἐὸν ἔμβολον τῆς χώρης , Ἱππόλεω ἄκρη καλέεται , ἐν δὲ αὐτῷ , ἱρὸν Δήμητρος ἐνίδρυται · πέρην δὲ τοῦ ἱροῦ ἐπὶ τῷ Ὑπάνι Βορυσθενεῗται κατοίκηνται .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.