γνῶμαι μὲν δὴ τρεῖς αὗται προεκέατο , οἱ δὲ τέσσερες τῶν ἑπτὰ ἀνδρῶν προσέθεντο ταύτῃ . ὡς δὲ ἑσσώθη τῇ γνώμῃ ὁ Ὀτάνης Πέρσῃσι ἰσονομίην σπεύδων ποιῆσαι , ἔλεξε ἐς μέσον αὐτοῖσι τάδε .
ἄνδρες στασιῶται , δῆλα γὰρ δὴ ὅτι δεῖ ἕνα γε τινὰ ἡμέων βασιλέα γενέσθαι , ἤτοι κλήρῳ γε λαχόντα , ἢ ἐπιτρεψάντων τῷ Περσέων πλήθεϊ τὸν ἂν ἐκεῖνο ἕληται , ἢ ἄλλῃ τινὶ μηχανῇ . ἐγὼ μέν νυν ὑμῖν οὐκ ἐναγωνιεῦμαι · οὔτε γὰρ ἄρχειν οὔτε ἄρχεσθαι ἐθέλω · ἐπὶ τούτῳ δὲ ὑπεξίσταμαι τῆς ἀρχῆς , ἐπʼ ᾧ τε ὑπʼ οὐδενὸς ὑμέων ἄρξομαι , οὔτε αὐτὸς ἐγὼ οὔτε οἱ ἀπʼ ἐμεῦ αἰεὶ γινόμενοι .
τούτου εἴπαντος ταῦτα ὡς συνεχώρεον οἱ ἓξ ἐπὶ τούτοισι , οὗτος μὲν δή σφι οὐκ ἐνηγωνίζετο ἀλλʼ ἐκ μέσου κατῆστο , καὶ νῦν αὕτη ἡ οἰκίη διατελέει μούνη ἐλευθέρη ἐοῦσα Περσέων καὶ ἄρχεται τοσαῦτα ὅσα αὐτὴ θέλει , νόμους οὐκ ὑπερβαίνουσα τοὺς Περσέων .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.