Μασσαγέται δὲ ἐσθῆτά τε ὁμοίην τῇ Σκυθικῇ φορέουσι καὶ δίαιταν ἔχουσι , ἱππόται δὲ εἰσὶ καὶ ἄνιπποι (ἀμφοτέρων γὰρ μετέχουσι) καὶ τοξόται τε καὶ αἰχμοφόροι , σαγάρις νομίζοντες ἔχειν . χρυσῷ δὲ καὶ χαλκῷ τὰ πάντα χρέωνται · ὅσα μὲν γὰρ ἐς αἰχμὰς καὶ ἄρδις καὶ σαγάρις , χαλκῷ τὰ πάντα χρέωνται , ὅσα δὲ περὶ κεφαλὴν καὶ ζωστῆρας καὶ μασχαλιστῆρας , χρυσῷ κοσμέονται .
ὣς δʼ αὕτως τῶν ἵππων τὰ μὲν περὶ τὰ στέρνα χαλκέους θώρηκας περιβάλλουσι , τὰ δὲ περὶ τοὺς χαλινοὺς καὶ στόμια καὶ φάλαρα χρυσῷ . σιδήρῳ δὲ οὐδʼ ἀργύρῳ χρέωνται οὐδέν · οὐδὲ γὰρ οὐδέ σφι ἐστὶ ἐν τῇ χωρῇ , ὁ δὲ χρυσὸς καὶ ὁ χαλκὸς ἄπλετος .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.