ἐς τὸ πεδίον δὲ συνελθόντων τοῦτο τὸ πρὸ τοῦ ἄστεος ἐστὶ τοῦ Σαρδιηνοῦ , ἐὸν μέγα τε καὶ ψιλὸν (διὰ δὲ αὐτοῦ ποταμοὶ ῥέοντες καὶ ἄλλοι καὶ Ὕλλος συρρηγνῦσι ἐς τὸν μέγιστον , καλεόμενον δὲ Ἕρμον , ὃς ἐξ ὄρεος ἱροῦ μητρὸς Δινδυμήνης ῥέων ἐκδιδοῖ ἐς θάλασσαν κατὰ Φωκαίην πόλιν) ,
ἐνθαῦτα ὁ Κῦρος ὡς εἶδε τοὺς Λυδοὺς ἐς μάχην τασσομένους , καταρρωδήσας τὴν ἵππον ἐποίησε Ἁρπάγου ὑποθεμένου ἀνδρὸς Μήδου τοιόνδε · ὅσαι τῷ στρατῷ τῷ ἑωυτοῦ εἵποντο σιτοφόροι τε καὶ σκευοφόροι κάμηλοι , ταύτας πάσας ἁλίσας καὶ ἀπελὼν τὰ ἄχθεα ἄνδρας ἐπʼ αὐτὰς ἀνέβησε ἱππάδα στολὴν ἐνεσταλμένους , σκευάσας δὲ αὐτοὺς προσέταξε τῆς ἄλλης στρατιῆς προϊέναι πρὸς τὴν Κροίσου ἵππον , τῇ δὲ καμήλῳ ἕπεσθαι τὸν πεζὸν στρατὸν ἐκέλευσε , ὄπισθε δὲ τοῦ πεζοῦ ἐπέταξε τὴν πᾶσαν ἵππον . ὡς
δέ οἱ πάντες διετετάχατο , παραίνεσε τῶν μὲν ἄλλων Λυδῶν μὴ φειδομένους κτείνειν πάντα τὸν ἐμποδὼν γινόμενον , Κροῖσον δὲ αὐτὸν μὴ κτείνειν , μηδὲ ἢν συλλαμβανόμενος ἀμύνηται . ταῦτα
μὲν παραίνεσε , τὰς δὲ καμήλους ἔταξε ἀντία τῆς ἵππου τῶνδε εἵνεκεν · κάμηλον ἵππος φοβέεται , καὶ οὐκ ἀνέχεται οὔτε τὴν ἰδέην αὐτοῦ ὁρέων οὔτε τὴν ὀδμὴν ὀσφραινόμενος . αὐτοῦ δὴ ὦν τούτου εἵνεκεν ἐσεσόφιστο , ἵνα τῷ Κροίσῳ ἄχρηστον ᾖ τὸ ἱππικόν , τῷ δή τι καὶ ἐπεῖχε ἐλλάμψεσθαι ὁ Λυδός . ὡς
δὲ καὶ συνήισαν ἐς τὴν μάχην , ἐνθαῦτα ὡς ὤσφροντο τάχιστα τῶν καμήλων οἱ ἵπποι καὶ εἶδον αὐτάς , ὀπίσω ἀνέστρεφον , διέφθαρτό τε τῷ Κροίσῳ ἡ ἐλπίς . οὐ μέντοι
οἵ γε Λυδοὶ τὸ ἐνθεῦτεν δειλοὶ ἦσαν , ἀλλʼ ὡς ἔμαθον τὸ γινόμενον , ἀποθορόντες ἀπὸ τῶν ἵππων πεζοὶ τοῖσι Πέρσῃσι συνέβαλλον . χρόνῳ δὲ πεσόντων ἀμφοτέρων πολλῶν ἐτράποντο οἱ Λυδοί , κατειληθέντες δὲ ἐς τὸ τεῖχος ἐπολιορκέοντο ὑπὸ τῶν Περσέων .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.