ἐνθαῦτα λέγεται ὑπὸ Λυδῶν Κροῖσον μαθόντα τὴν Κύρου μετάγνωσιν , ὡς ὥρα πάντα μὲν ἄνδρα σβεννύντα τὸ πῦρ , δυναμένους δὲ οὐκέτι καταλαβεῖν , ἐπιβώσασθαι τὸν Ἀπόλλωνα ἐπικαλεόμενον , εἴ τί οἱ κεχαρισμένον ἐξ αὐτοῦ ἐδωρήθη , παραστῆναι καὶ ῥύσασθαι αὐτὸν ἐκ τοῦ παρεόντος κακοῦ .
τὸν μὲν δακρύοντα ἐπικαλέεσθαι τὸν θεόν , ἐκ δὲ αἰθρίης τε καὶ νηνεμίης συνδραμεῖν ἐξαπίνης νέφεα καὶ χειμῶνά τε καταρραγῆναι καὶ ὗσαι ὕδατι λαβροτάτῳ , κατασβεσθῆναί τε τὴν πυρήν . οὕτω δὴ μαθόντα τὸν Κῦρον ὡς εἴη ὁ Κροῖσος καὶ θεοφιλὴς καὶ ἀνὴρ ἀγαθός , καταβιβάσαντα αὐτὸν ἀπὸ τῆς πυρῆς εἰρέσθαι τάδε . Κροῖσε
, τίς σε ἀνθρώπων ἀνέγνωσε ἐπὶ γῆν τὴν ἐμὴν στρατευσάμενον πολέμιον ἀντὶ φίλου ἐμοὶ καταστῆναι ; ὁ δὲ εἶπε ὦ βασιλεῦ , ἐγὼ ταῦτα ἔπρηξα τῇ σῇ μὲν εὐδαιμονίῃ , τῇ ἐμεωυτοῦ δὲ κακοδαιμονίῃ , αἴτιος δὲ τούτων ἐγένετο ὁ Ἑλλήνων θεὸς ἐπαείρας ἐμὲ στρατεύεσθαι .
γὰρ οὕτω ἀνόητος ἐστὶ ὅστις πόλεμον πρὸ εἰρήνης αἱρέεται · ἐν μὲν γὰρ τῇ οἱ παῖδες τοὺς πατέρας θάπτουσι , ἐν δὲ τῷ οἱ πατέρες τοὺς παῖδας . ἀλλὰ ταῦτα δαίμοσί κου φίλον ἦν οὕτω γενέσθαι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.