ἐπιλέγων δὲ τὸν λόγον τόνδε ταῦτα ἐνετέλλετο , ὡς εἰ μὲν ἀπώλοντο οἱ κατάσκοποι , οὔτʼ ἂν τὰ ἑωυτοῦ πρήγματα προεπύθοντο οἱ Ἕλληνες ἐόντα λόγου μέζω , οὔτʼ ἄν τι τοὺς πολεμίους μέγα ἐσίναντο , ἄνδρας τρεῖς ἀπολέσαντες · νοστησάντων δὲ τούτων ἐς τὴν Ἑλλάδα δοκέειν ἔφη ἀκούσαντας τοὺς Ἕλληνας τὰ ἑωυτοῦ πρήγματα πρὸ τοῦ στόλου τοῦ γινομένου παραδώσειν σφέας τὴν ἰδίην ἐλευθερίην , καὶ οὕτω οὐδὲ δεήσειν ἐπʼ αὐτοὺς στρατηλατέοντας πρήγματα ἔχειν .
οἶκε δὲ αὐτοῦ αὕτη ἡ γνώμη τῇ γε ἄλλῃ . ἐὼν γὰρ ἐν Ἀβύδῳ ὁ Ξέρξης εἶδε πλοῖα ἐκ τοῦ Πόντου σιταγωγὰ διεκπλώοντα τὸν Ἑλλήσποντον , ἔς τε Αἴγιναν καὶ Πελοπόννησον κομιζόμενα . οἱ μὲν δὴ πάρεδροι αὐτοῦ ὡς ἐπύθοντο πολέμια εἶναι τὰ πλοῖα , ἕτοιμοι ἦσαν αἱρέειν αὐτά , ἐσβλέποντες ἐς τὸν βασιλέα ὁκότε παραγγελέει . ὁ
δὲ Ξέρξης εἴρετο αὐτοὺς ὅκῃ πλέοιεν · οἳ δὲ εἶπαν ἐς τοὺς σοὺς πολεμίους , ὦ δέσποτα , σῖτον ἄγοντες . ὁ δὲ ὑπολαβὼν ἔφη οὐκῶν καὶ ἡμεῖς ἐκεῖ πλέομεν ἔνθα περ οὗτοι , τοῖσί τε ἄλλοισι ἐξηρτυμένοι καὶ σίτῳ ; τί δῆτα ἀδικέουσι οὗτοι ἡμῖν σιτία παρακομίζοντες ;
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.