κάρτα τε ἔδοξε τῷ βουκόλῳ πρὸς τὰ παρεόντα εὖ λέγειν ἡ γυνή , καὶ αὐτίκα ἐποίεε ταῦτα · τὸν μὲν ἔφερε θανατώσων παῖδα , τοῦτον μὲν παραδιδοῖ τῇ ἑωυτοῦ γυναικί , τὸν δὲ ἑωυτοῦ ἐόντα νεκρὸν λαβὼν ἔθηκε ἐς τὸ ἄγγος ἐν τῷ ἔφερε τὸν ἕτερον ·
κοσμήσας δὲ τῷ κόσμῳ παντὶ τοῦ ἑτέρου παιδός , φέρων ἐς τὸ ἐρημότατον τῶν ὀρέων τίθει . ὡς δὲ τρίτη ἡμέρη τῷ παιδίῳ ἐκκειμένῳ ἐγένετο , ἤιε ἐς πόλιν ὁ βουκόλος , τῶν τινα προβοσκῶν φύλακον αὐτοῦ καταλιπών , ἐλθὼν δὲ ἐς τοῦ Ἁρπάγου ἀποδεικνύναι ἔφη ἕτοιμος εἶναι τοῦ παιδίου τὸν νέκυν . πέμψας
δὲ ὅ Ἅρπαγος τῶν ἑωυτοῦ δορυφόρων τοὺς πιστοτάτους εἶδέ τε διὰ τούτων καὶ ἔθαψε τοῦ βουκόλου τὸ παιδίον , καὶ τὸ μὲν ἐτέθαπτο , τὸν δὲ ὕστερον τούτων Κῦρον ὀνομασθέντα παραλαβοῦσα ἔτρεφε ἡ γυνὴ τοῦ βουκόλου , οὔνομα ἄλλο κού τι καὶ οὐ Κῦρον θεμένη .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.