ταῦτα μὲν δὴ οὕτω σφι νενόμισται , αὐτὰς δὲ τὰς κεφαλάς , οὔτι πάντων ἀλλὰ τῶν ἐχθίστων , ποιεῦσι τάδε · ἀποπρίσας ἕκαστος πᾶν τὸ ἔνερθε τῶν ὀφρύων ἐκκαθαίρει · καὶ ἢν μὲν ᾖ πένης , ὁ δὲ ἔξωθεν ὠμοβοέην μούνην περιτείνας οὕτω χρᾶται , ἢν δὲ ᾖ πλούσιος , τὴν μὲν ὠμοβοέην περιτείνει , ἔσωθεν δὲ καταχρυσώσας οὕτω χρᾶται ποτηρίῳ . ποιεῦσι
δὲ τοῦτο καὶ ἐκ τῶν οἰκηίων ἤν σφι διάφοροι γένωνται καὶ ἢν ἐπικρατήσῃ αὐτοῦ παρὰ τῷ βασιλέι , ξείνων δέ οἱ ἐλθόντων τῶν ἂν λόγον ποιέηται , τὰς κεφαλὰς ταύτας παραφέρει καὶ ἐπιλέγει ὡς οἱ ἐόντες οἰκήιοι πόλεμον προσεθήκαντο καί σφεων αὐτὸς ἐπεκράτησε , ταύτην ἀνδραγαθίην λέγοντες .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.