Δᾶτις δὲ πορευόμενος ἅμα τῷ στρατῷ ἐς τὴν Ἀσίην , ἐπείτε ἐγένετο ἐν Μυκόνῳ , εἶδε ὄψιν ἐν τῷ ὕπνῳ . καὶ ἥτις μὲν ἦν ἡ ὄψις , οὐ λέγεται · ὁ δέ , ὡς ἡμέρη τάχιστα ἐπέλαμψε , ζήτησιν ἐποιέετο τῶν νεῶν , εὑρὼν δὲ ἐν νηὶ Φοινίσσῃ ἄγαλμα Ἀπόλλωνος κεχρυσωμένον ἐπυνθάνετο ὁκόθεν σεσυλημένον εἴη , πυθόμενος δὲ ἐξ οὗ ἦν ἱροῦ , ἔπλεε τῇ ἑωυτοῦ νηὶ ἐς Δῆλον ·
καὶ ἀπίκατο γὰρ τηνικαῦτα οἱ Δήλιοι ὀπίσω ἐς τὴν νῆσον , κατατίθεταί τε ἐς τὸ ἱρὸν τὸ ἄγαλμα καὶ ἐντέλλεται τοῖσι Δηλίοισι ἀπαγαγεῖν τὸ ἄγαλμα ἐς Δήλιον τὸ Θηβαίων · τὸ δʼ ἔστι ἐπὶ θαλάσσῃ Χαλκίδος καταντίον . Δᾶτις
μὲν δὴ ταῦτα ἐντειλάμενος ἀπέπλεε , τὸν δὲ ἀνδριάντα τοῦτον Δήλιοι οὐκ ἀπήγαγον , ἀλλά μιν διʼ ἐτέων εἴκοσι Θηβαῖοι αὐτοὶ ἐκ θεοπροπίου ἐκομίσαντο ἐπὶ Δήλιον .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.