κατὰ τούτους δὲ λέγουσι Καρχηδόνιοι κεῖσθαι νῆσον τῇ οὔνομα εἶναι Κύραυιν , μῆκος μὲν διηκοσίων σταδίων , πλάτος δὲ στεινήν , διαβατὸν ἐκ τῆς ἠπείρου , ἐλαιέων τε μεστὴν καὶ ἀμπέλων . λίμνην
δὲ ἐν αὐτῇ εἶναι , ἐκ τῆς αἱ παρθένοι τῶν ἐπιχωρίων πτεροῖσι ὀρνίθων κεχριμένοισι πίσσῃ ἐκ τῆς ἰλύος ψῆγμα ἀναφέρουσι χρυσοῦ . ταῦτα εἰ μὲν ἔστι ἀληθέως οὐκ οἶδα , τὰ δὲ λέγεται γράφω · εἴη δʼ ἂν πᾶν , ὅκου καὶ ἐν Ζακύνθῳ ἐκ λίμνης καὶ ὕδατος πίσσαν ἀναφερομένην αὐτὸς ἐγὼ ὥρων . εἰσὶ
μὲν καὶ πλεῦνες αἱ λίμναι αὐτόθι , ἡ δʼ ὦν μεγίστη αὐτέων ἑβδομήκοντα ποδῶν πάντῃ , βάθος δὲ διόργυιος ἐστί · ἐς ταύτην κοντὸν κατιεῖσι ἐπʼ ἄκρῳ μυρσίνην προσδήσαντες καὶ ἔπειτα ἀναφέρουσι τῇ μυρσίνῃ πίσσαν , ὀδμὴν μὲν ἔχουσαν ἀσφάλτου , τὰ δʼ ἄλλα τῆς Πιερικῆς πίσσης ἀμείνω . ἐσχέουσι δὲ ἐς λάκκον ὀρωρυγμένον ἀγχοῦ τῆς λίμνης . ἐπεὰν δὲ ἀθροίσωσι συχνήν , οὕτω ἐς τοὺς ἀμφορέας ἐκ τοῦ λάκκου καταχέουσι . ὁ τι
δʼ ἂν ἐσπέσῃ ἐς τὴν λίμνην , ὑπὸ γῆν ἰὸν ἀναφαίνεται ἐν τῇ θαλάσσῃ · ἣ δὲ ἀπέχει ὡς τέσσερα στάδια ἀπὸ τῆς λίμνης . οὕτω ὦν καὶ τὰ ἀπὸ τῆς νήσου τῆς ἐπὶ Λιβύῃ κειμένης οἰκότα ἐστὶ ἀληθείῃ .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.