Ξέρξης δὲ ὡς τοὺς παῖδας ἐπέτρεψε Ἀρτεμισίῃ ἀπάγειν ἐς Ἔφεσον , καλέσας Μαρδόνιον ἐκέλευσέ μιν τῆς στρατιῆς διαλέγειν τοὺς βούλεται , καὶ ποιέειν τοῖσι λόγοισι τὰ ἔργα πειρώμενον ὅμοια . ταύτην μὲν τὴν ἡμέρην ἐς τοσοῦτο ἐγίνετο , τῆς δὲ νυκτὸς κελεύσαντος βασιλέος τὰς νέας οἱ στρατηγοὶ ἐκ τοῦ Φαλήρου ἀπῆγον ὀπίσω ἐς τὸν Ἑλλήσποντον ὡς τάχεος εἶχε ἕκαστος , διαφυλαξούσας τὰς σχεδίας πορευθῆναι βασιλέι .
ἐπεὶ δὲ ἀγχοῦ ἦσαν Ζωστῆρος πλέοντες οἱ βάρβαροι , ἀνατείνουσι γὰρ ἄκραι λεπταὶ τῆς ἠπείρου ταύτης , ἔδοξάν τε νέας εἶναι καὶ ἔφευγον ἐπὶ πολλόν · χρόνῳ δὲ μαθόντες ὅτι οὐ νέες εἶεν ἀλλʼ ἄκραι , συλλεχθέντες ἐκομίζοντο .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.