ἐπείτε δὲ ἔδεέ οἱ κακῶς γενέσθαι , ἐγίνετο ἀπὸ προφάσιος τοιῆσδε . ἐπεθύμησε Διονύσῳ Βακχείῳ τελεσθῆναι · μέλλοντι δέ οἱ ἐς χεῖρας ἄγεσθαι τὴν τελετὴν ἐγένετο φάσμα μέγιστον . ἦν
οἱ ἐν Βορυσθενεϊτέων τῇ πόλι οἰκίης μεγάλης καὶ πολυτελέος περιβολή , τῆς καὶ ὀλίγῳ τι πρότερον τούτων μνήμην εἶχον , τὴν πέριξ λευκοῦ λίθου σφίγγες τε καὶ γρῦπες ἕστασαν · ἐς ταύτην ὁ θεὸς ἐνέσκηψε βέλος . καὶ ἣ μὲν κατεκάη πᾶσα , Σκύλης δὲ οὐδὲν τούτου εἵνεκα ἧσσον ἐπετέλεσε τὴν τελετήν . Σκύθαι
δὲ τοῦ βακχεύειν πέρι Ἕλλησι ὀνειδίζουσι · οὐ γὰρ φασὶ οἰκὸς εἶναι θεὸν ἐξευρίσκειν τοῦτον ὅστις μαίνεσθαι ἐνάγει ἀνθρώπους . ἐπείτε
δὲ ἐτελέσθη τῷ Βακχείῳ ὁ Σκύλης , διεπρήστευσε τῶν τις Βορυσθενειτέων πρὸς τοὺς Σκύθας λέγων ἡμῖν γὰρ καταγελᾶτε , ὦ Σκύθαι , ὅτι βακχεύομεν καὶ ἡμέας ὁ θεὸς λαμβάνει · νῦν οὗτος ὁ δαίμων καὶ τὸν ὑμέτερον βασιλέα λελάβηκε , καὶ βακχεύει τε καὶ ὑπὸ τοῦ θεοῦ μαίνεται . εἰ δέ μοι ἀπιστέετε , ἕπεσθε , καὶ ὑμῖν ἐγὼ δέξω . εἵποντο
τῶν Σκύθεων οἱ προεστεῶτες , καὶ αὐτοὺς ἀναγαγὼν ὁ Βορυσθενεΐτης λάθρῃ ἐπὶ πύργον κατεῖσε . ἐπείτε δὲ παρήιε σὺν τῷ θιάσῳ ὁ Σκύλης καὶ εἶδόν μιν βακχεύοντα οἱ Σκύθαι , κάρτα συμφορὴν μεγάλην ἐποιήσαντο , ἐξελθόντες δὲ ἐσήμαινον πάσῃ τῇ στρατιῇ τὰ ἴδοιεν .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.