ὃ μὲν δὴ τοιούτῳ τρόπῳ ἐπάιστος ἐγεγόνεε · Ἀρταβάζῳ δὲ ἐπειδὴ πολιορκέοντι ἐγεγόνεσαν τρεῖς μῆνες , γίνεται ἄμπωτις τῆς θαλάσσης μεγάλη καὶ χρόνον ἐπὶ πολλόν . ἰδόντες δὲ οἱ βάρβαροι τέναγος γενόμενον παρήισαν ἐς τὴν Παλλήνην .
ὡς δὲ τὰς δύο μὲν μοίρας διοδοιπορήκεσαν , ἔτι δὲ τρεῖς ὑπόλοιποι ἦσαν , τὰς διελθόντας χρῆν εἶναι ἔσω ἐν τῇ Παλλήνῃ , ἐπῆλθε πλημμυρὶς τῆς θαλάσσης μεγάλη , ὅση οὐδαμά κω , ὡς οἱ ἐπιχώριοι λέγουσι , πολλάκις γινομένη . οἱ μὲν δὴ νέειν αὐτῶν οὐκ ἐπιστάμενοι διεφθείροντο , τοὺς δὲ ἐπισταμένους οἱ Ποτιδαιῆται ἐπιπλώσαντες πλοίοισι ἀπώλεσαν . αἴτιον
δὲ λέγουσι Ποτιδαιῆται τῆς τε ῥηχίης καὶ τῆς πλημμυρίδος καὶ τοῦ Περσικοῦ πάθεος γενέσθαι τόδε , ὅτι τοῦ Ποσειδέωνος ἐς τὸν νηὸν καὶ τὸ ἄγαλμα τὸ ἐν τῷ προαστείῳ ἠσέβησαν οὗτοι τῶν Περσέων οἵ περ καὶ διεφθάρησαν ὑπὸ τῆς θαλάσσης · αἴτιον δὲ τοῦτο λέγοντες εὖ λέγειν ἔμοιγε δοκέουσι . τοὺς δὲ περιγενομένους ἀπῆγε Ἀρτάβαζος ἐς Θεσσαλίην παρὰ Μαρδόνιον . οὗτοι μὲν οἱ προπέμψαντες βασιλέα οὕτω ἔπρηξαν .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.