αὕτη ὦν ἡ βοῦς γῇ οὐκ ἐκρύφθη , ἀλλʼ ἔτι καὶ ἐς ἐμὲ ἦν φανερή , ἐν Σάι μὲν πόλι ἐοῦσα , κειμένη δὲ ἐν τοῖσι βασιληίοισι ἐν οἰκήματι ἠσκημένῳ · θυμιήματα δὲ παρʼ αὐτῇ παντοῖα καταγίζουσι ἀνὰ πᾶσαν ἡμέρην , νύκτα δὲ ἑκάστην πάννυχος λύχνος παρακαίεται .
ἀγχοῦ δὲ τῆς βοὸς ταύτης ἐν ἄλλῳ οἰκήματι εἰκόνες τῶν παλλακέων τῶν Μυκερίνου ἑστᾶσι , ὡς ἔλεγον οἱ ἐν Σάι πόλι ἱρέες · ἑστᾶσι μὲν γὰρ ξύλιναι κολοσσοί , ἐοῦσαι ἀριθμὸν ὡς εἴκοσι μάλιστά κῃ , γυμναὶ ἐργασμέναι · αἵτινες μέντοι εἰσί , οὐκ ἔχω εἰπεῖν πλὴν ἢ τὰ λεγόμενα .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.