ὃ μὲν ταῦτα παραίνεε · οἱ δὲ ἱππέες ἐπεί σφεας ἐκυκλώσαντο , ἐπήλαυνον ὡς ἀπολέοντες , καὶ δὴ διετείνοντο τὰ βέλεα ὡς ἀπήσοντες , καὶ κού τις καὶ ἀπῆκε . καὶ οἳ ἀντίοι ἔστησαν πάντῃ συστρέψαντες ἑωυτοὺς καὶ πυκνώσαντες ὡς μάλιστα . ἐνθαῦτα οἱ ἱππόται ὑπέστρεφον καὶ ἀπήλαυνον ὀπίσω .
οὐκ ἔχω δʼ ἀτρεκέως εἰπεῖν οὔτε εἰ ἦλθον μὲν ἀπολέοντες τοὺς Φωκέας δεηθέντων Θεσσαλῶν , ἐπεὶ δὲ ὥρων πρὸς ἀλέξησιν τραπομένους , δείσαντες μὴ καὶ σφίσι γένηται τρώματα , οὕτω δὴ ἀπήλαυνον ὀπίσω · ὣς γάρ σφι ἐνετείλατο Μαρδόνιος · οὔτʼ εἰ αὐτῶν πειρηθῆναι ἠθέλησε εἴ τι ἀλκῆς μετέχουσι . ὡς
δὲ ὀπίσω ἀπήλασαν οἱ ἱππόται , πέμψας Μαρδόνιος κήρυκα ἔλεγε τάδε . θαρσέετε ὦ Φωκέες · ἄνδρες γὰρ ἐφάνητε ἐόντες ἀγαθοί , οὐκ ὡς ἐγὼ ἐπυνθανόμην . καὶ νῦν προθύμως φέρετε τὸν πόλεμον τοῦτον · εὐεργεσίῃσι γὰρ οὐ νικήσετε οὔτʼ ὦν ἐμὲ οὔτε βασιλέα . τὰ περὶ Φωκέων μὲν ἐς τοσοῦτο ἐγένετο .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.