ὃ δʼ ἀμείβετο ὦ βασιλεῦ , εἰ μὲν δὴ συμβουλεύεαί μοι προθύμως , δίκαιόν με σοί ἐστι φράζειν τὸ ἄριστον · εἰ τῆς ναυτικῆς στρατιῆς νέας τριηκοσίας ἀποστείλειας ἐπὶ τὴν Λάκαιναν χώρην .
ἔστι δὲ ἐπʼ αὐτῇ νῆσος ἐπικειμένη τῇ οὔνομα ἐστὶ Κύθηρα , τὴν Χίλων ἀνὴρ παρʼ ἡμῖν σοφώτατος γενόμενος κέρδος μέζον ἂν ἔφη εἶναι Σπαρτιήτῃσι κατὰ τῆς θαλάσσης καταδεδυκέναι μᾶλλον ἢ ὑπερέχειν , αἰεί τι προσδοκῶν ἀπʼ αὐτῆς τοιοῦτο ἔσεσθαι οἷόν τοι ἐγὼ ἐξηγέομαι , οὔτι τὸν σὸν στόλον προειδώς , ἀλλὰ πάντα ὁμοίως φοβεόμενος ἀνδρῶν στόλον .
ἐκ ταύτης τῆς νήσου ὁρμώμενοι φοβεόντων τοὺς Λακεδαιμονίους . παροίκου δὲ πολέμου σφι ἐόντος οἰκηίου , οὐδὲν δεινοὶ ἔσονταί τοι μὴ τῆς ἄλλης Ἑλλάδος ἁλισκομένης ὑπὸ τοῦ πεζοῦ βοηθέωσι ταύτῃ . καταδουλωθείσης δὲ τῆς ἄλλης Ἑλλάδος ἀσθενὲς ἤδη τὸ Λακωνικὸν μοῦνον λείπεται .
ἢν δὲ ταῦτα μὴ ποιέῃς , τάδε τοι προσδόκα ἔσεσθαι . ἔστι τῆς Πελοποννήσου ἰσθμὸς στεινός · ἐν τούτῳ τῷ χώρῳ πάντων Πελοποννησίων συνομοσάντων ἐπὶ σοὶ μάχας ἰσχυροτέρας ἄλλας τῶν γενομενέων προσδέκεο ἔσεσθαί τοι . ἐκεῖνο δὲ ποιήσαντι ἀμαχητὶ ὅ τε ἰσθμὸς οὗτος καὶ αἱ πόλιες προσχωρήσουσι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.