τοῦτο μὲν δὴ τοῖσι Βακχιάδῃσι πρότερον γενόμενον ἦν ἀτέκμαρτον · τότε δὲ τὸ Ἠετίωνι γενόμενον ὡς ἐπύθοντο , αὐτίκα καὶ τὸ πρότερον συνῆκαν ἐὸν συνῳδὸν τῷ Ἠετίωνος . συνέντες δὲ καὶ τοῦτο εἶχον ἐν ἡσυχίῃ , ἐθέλοντες τὸν μέλλοντα Ἠετίωνι γίνεσθαι γόνον διαφθεῖραι . ὡς δʼ ἔτεκε ἡ γυνὴ τάχιστα , πέμπουσι σφέων αὐτῶν δέκα ἐς τὸν δῆμον ἐν τῷ κατοίκητο ὁ Ἠετίων ἀποκτενέοντας τὸ παιδίον .
ἀπικόμενοι δὲ οὗτοι ἐς τὴν Πέτρην καὶ παρελθόντες ἐς τὴν αὐλὴν τὴν Ἠετίωνος αἴτεον τὸ παιδίον · ἡ δὲ Λάβδα εἰδυῖά τε οὐδὲν τῶν εἵνεκα ἐκεῖνοι ἀπικοίατο , καὶ δοκέουσα σφέας φιλοφροσύνης τοῦ πατρὸς εἵνεκα αἰτέειν , φέρουσα ἐνεχείρισε αὐτῶν ἑνί . τοῖσι δὲ ἄρα ἐβεβούλευτο κατʼ ὁδὸν τὸν πρῶτον αὐτῶν λαβόντα τὸ παιδίον προσουδίσαι .
ἐπεὶ ὦν ἔδωκε φέρουσα ἡ Λάβδα , τὸν λαβόντα τῶν ἀνδρῶν θείῃ τύχῃ προσεγέλασε τὸ παιδίον , καὶ τὸν φρασθέντα τοῦτο οἶκτός τις ἴσχει ἀποκτεῖναι , κατοικτείρας δὲ παραδιδοῖ τῷ δευτέρῳ , ὁ δὲ τῷ τρίτῳ . οὕτω δὴ διεξῆλθε διὰ πάντων τῶν δέκα παραδιδόμενον , οὐδενὸς βουλομένου διεργάσασθαι .
ἀποδόντες ὦν ὀπίσω τῇ τεκούσῃ τὸ παιδίον καὶ ἐξελθόντες ἔξω , ἑστεῶτες ἐπὶ τῶν θυρέων ἀλλήλων ἅπτοντο καταιτιώμενοι , καὶ μάλιστα τοῦ πρώτου λαβόντος , ὅτι οὐκ ἐποίησε κατὰ τὰ δεδογμένα , ἐς ὃ δή σφι χρόνου ἐγγινομένου ἔδοξε αὖτις παρελθόντας πάντας τοῦ φόνου μετίσχειν .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.