ἐπιστᾶσι δὲ ἐπὶ τὰς πύλας ἐγίνετο οἷόν τι Δαρείῳ ἡ γνώμη ἔφερε · καταιδεόμενοι γὰρ οἱ φύλακοι ἄνδρας τοὺς Περσέων πρώτους καὶ οὐδὲν τοιοῦτο ὑποπτεύοντες ἐξ αὐτῶν ἔσεσθαι , παρίεσαν θείῃ πομπῇ χρεωμένους , οὐδʼ ἐπειρώτα οὐδείς .
ἐπείτε δὲ καὶ παρῆλθον ἐς τὴν αὐλήν , ἐνέκυρσαν τοῖσι τὰς ἀγγελίας ἐσφέρουσι εὐνούχοισι · οἵ σφεας ἱστόρεον ὅ τι θέλοντες ἥκοιεν , καὶ ἅμα ἱστορέοντες τούτους τοῖσι πυλουροῖσι ἀπείλεον ὅτι σφέας παρῆκαν , ἶσχόν τε βουλομένους τοὺς ἑπτὰ ἐς τὸ πρόσω παριέναι . οἳ
δὲ διακελευσάμενοι καὶ σπασάμενοι τὰ ἐγχειρίδια τούτους μὲν τοὺς ἴσχοντας αὐτοῦ ταύτῃ συγκεντέουσι , αὐτοὶ δὲ ἤισαν δρόμῳ ἐς τὸν ἀνδρεῶνα .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.