ταῦτα μὲν Αἰγυπτίων οἱ ἱρέες ἔλεγον · ἐγὼ δὲ τῷ λόγῳ τῷ περὶ Ἑλένης λεχθέντι καὶ αὐτὸς προστίθεμαι , τάδε ἐπιλεγόμενος , εἰ ἦν Ἑλένη ἐν Ἰλίῳ , ἀποδοθῆναι ἂν αὐτὴν τοῖσι Ἕλλησι ἤτοι ἑκόντος γε ἢ ἀέκοντος Ἀλεξάνδρου .
οὐ γὰρ δὴ οὕτω γε φρενοβλαβὴς ἦν ὁ Πρίαμος οὐδὲ οἱ ἄλλοι οἱ προσήκοντες αὐτῷ , ὥστε τοῖσι σφετέροισι σώμασι καὶ τοῖσι τέκνοισι καὶ τῇ πόλι κινδυνεύειν ἐβούλοντο , ὅκως Ἀλέξανδρος Ἑλένῃ συνοικέῃ . εἰ
δέ τοι καὶ ἐν τοῖσι πρώτοισι χρόνοισι ταῦτα ἐγίνωσκον , ἐπεὶ πολλοὶ μὲν τῶν ἄλλων Τρώων , ὁκότε συμμίσγοιεν τοῖσι Ἕλλησι , ἀπώλλυντο , αὐτοῦ δὲ Πριάμου οὐκ ἔστι ὅτε οὐ δύο ἢ τρεῖς ἢ καὶ ἔτι πλέους τῶν παίδων μάχης γινομένης ἀπέθνησκον , εἰ χρή τι τοῖσι ἐποποιοῖσι χρεώμενον λέγειν , τούτων δὲ τοιούτων συμβαινόντων ἐγὼ μὲν ἔλπομαι , εἰ καὶ αὐτὸς Πρίαμος συνοίκεε Ἑλένῃ , ἀποδοῦναι ἂν αὐτὴν τοῖσι Ἀχαιοῖσι , μέλλοντά γε δὴ τῶν παρεόντων κακῶν ἀπαλλαγήσεσθαι . οὐ
μὲν οὐδὲ ἡ βασιληίη ἐς Ἀλέξανδρον περιήιε , ὥστε γέροντος Πριάμου ἐόντος ἐπʼ ἐκείνῳ τὰ πρήγματα εἶναι , ἀλλὰ Ἕκτωρ καὶ πρεσβύτερος καὶ ἀνὴρ ἐκείνου μᾶλλον ἐὼν ἔμελλε αὐτὴν Πριάμου ἀποθανόντος παραλάμψεσθαι , τὸν οὐ προσῆκε ἀδικέοντι τῷ ἀδελφεῷ ἐπιτρέπειν , καὶ ταῦτα μεγάλων κακῶν διʼ αὐτὸν συμβαινόντων ἰδίῃ τε αὐτῷ καὶ τοῖσι ἄλλοισι πᾶσι Τρωσί . ἀλλʼ
οὐ γὰρ εἶχον Ἑλένην ἀποδοῦναι , οὐδὲ λέγουσι αὐτοῖσι τὴν ἀληθείην ἐπίστευον οἱ Ἕλληνες , ὡς μὲν ἐγὼ γνώμην ἀποφαίνομαι , τοῦ δαιμονίου παρασκευάζοντος , ὅκως πανωλεθρίῃ ἀπολόμενοι καταφανὲς τοῦτο τοῖσι ἀνθρώποισι ποιήσωσι , ὡς τῶν μεγάλων ἀδικημάτων μεγάλαι εἰσὶ καὶ αἱ τιμωρίαι παρὰ τῶν θεῶν . καὶ ταῦτα μὲν τῇ ἐμοὶ δοκέει εἴρηται .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.