Πολυκράτεος μὲν δὴ αἱ πολλαὶ εὐτυχίαι ἐς τοῦτο ἐτελεύτησαν τῇ οἱ Ἄμασις ὁ Αἰγύπτου βασιλεὺς προεμαντεύσατο . χρόνῳ δὲ οὐ πολλῷ ὕστερον καὶ Ὀροίτεα Πολυκράτεος τίσιες μετῆλθον . μετὰ γὰρ τὸν Καμβύσεω θάνατον καὶ τῶν Μάγων τὴν βασιληίην μένων ἐν τῇσι Σάρδισι Ὀροίτης ὠφέλεε μὲν οὐδὲν Πέρσας ὑπὸ Μήδων ἀπαραιρημένους τὴν ἀρχήν ·
ὁ δὲ ἐν ταύτῃ τῇ ταραχῇ κατὰ μὲν ἔκτεινε Μιτροβάτεα τὸν ἐκ Δασκυλείου ὕπαρχον , ὅς οἱ ὠνείδισε τὰ ἐς Πολυκράτεα ἔχοντα , κατὰ δὲ τοῦ Μιτροβάτεω τὸν παῖδα Κρανάσπην , ἄνδρας ἐν Πέρσῃσι δοκίμους , ἄλλα τε ἐξύβρισε παντοῖα καί τινα ἀγγελιηφόρον ἐλθόντα Δαρείου παρʼ αὐτόν , ὡς οὐ πρὸς ἡδονήν οἱ ἦν τὰ ἀγγελλόμενα , κτείνει μιν ὀπίσω κομιζόμενον , ἄνδρας οἱ ὑπείσας κατʼ ὁδόν , ἀποκτείνας δέ μιν ἠφάνισε αὐτῷ ἵππῳ .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.