ἄγραι δὲ σφέων πολλαὶ κατεστᾶσι καὶ παντοῖαι · ἣ δʼ ὦν ἔμοιγε δοκέει ἀξιωτάτη ἀπηγήσιος εἶναι , ταύτην γράφω . ἐπεὰν νῶτον ὑὸς δελεάσῃ περὶ ἄγκιστρον , μετιεῖ ἐς μέσον τὸν ποταμόν , αὐτὸς δὲ ἐπὶ τοῦ χείλεος τοῦ ποταμοῦ ἔχων δέλφακα ζωὴν ταύτην τύπτει .
ἐπακούσας δὲ τῆς φωνῆς ὁ κροκόδειλος ἵεται κατὰ τὴν φωνήν , ἐντυχὼν δὲ τῷ νώτῳ καταπίνει · οἳ δὲ ἕλκουσι . ἐπεὰν δὲ ἐξελκυσθῇ ἐς γῆν , πρῶτον ἁπάντων ὁ θηρευτὴς πηλῷ κατʼ ὦν ἔπλασε αὐτοῦ τοὺς ὀφθαλμούς · τοῦτο δὲ ποιήσας κάρτα εὐπετέως τὰ λοιπὰ χειροῦται , μὴ ποιήσας δὲ τοῦτο σὺν πόνῳ .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.