ταῦτα ἀμείψατο · ἀποχρεωμένων δὲ τούτοισι τῶν Μυσῶν , ἐπεσέρχεται ὁ τοῦ Κροίσου παῖς ἀκηκοὼς τῶν ἐδέοντο οἱ Μυσοί . οὐ φαμένου δὲ τοῦ Κροίσου τόν γε παῖδά σφι συμπέμψειν , λέγει πρὸς αὐτὸν ὁ νεηνίης τάδε .
ὦ πάτερ , τὰ κάλλιστα πρότερον κοτὲ καὶ γενναιότατα ἡμῖν ἦν ἔς τε πολέμους καὶ ἐς ἄγρας φοιτέοντας εὐδοκιμέειν · νῦν δὲ ἀμφοτέρων με τούτων ἀποκληίσας ἔχεις , οὔτε τινὰ δειλίην μοι παριδὼν οὔτε ἀθυμίην νῦν τε τέοισί με χρὴ ὄμμασι ἔς τε ἀγορὴν καὶ ἐξ ἀγορῆς φοιτέοντα φαίνεσθαι ;
κοῖος μέν τις τοῖσι πολιήτῃσι δόξω εἶναι , κοῖος δέ τις τῇ νεογάμῳ γυναικί ; κοίῳ δὲ ἐκείνη δόξει ἀνδρὶ συνοικέειν ; ἐμὲ ὦν σὺ ἢ μέτες ἰέναι ἐπὶ τὴν θήρην , ἢ λόγῳ ἀνάπεισον ὅκως μοι ἀμείνω ἐστὶ ταῦτα οὕτω ποιεόμενα .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.