ταῦτα εἴπας καὶ Ἀρτάβανον ἀποστείλας ἐς Σοῦσα δεύτερα μετεπέμψατο Ξέρξης Περσέων τοὺς δοκιμωτάτους · ἐπεὶ δέ οἱ παρῆσαν , ἔλεγέ σφι τάδε . ὦ Πέρσαι , τῶνδʼ ἐγὼ ὑμέων χρηίζων συνέλεξα , ἄνδρας τε γενέσθαι ἀγαθοὺς καὶ μὴ καταισχύνειν τὰ πρόσθε ἐργασμένα Πέρσῃσι , ἐόντα μεγάλα τε καὶ πολλοῦ ἄξια , ἀλλʼ εἷς τε ἕκαστος καὶ οἱ σύμπαντες προθυμίην ἔχωμεν · ξυνὸν γὰρ πᾶσι τοῦτο ἀγαθὸν σπεύδεται .
τῶνδε δὲ εἵνεκα προαγορεύω ἀντέχεσθαι τοῦ πολέμου ἐντεταμένως · ὡς γὰρ ἐγὼ πυνθάνομαι , ἐπʼ ἄνδρας στρατευόμεθα ἀγαθούς , τῶν ἢν κρατήσωμεν , οὐ μή τις ἡμῖν ἄλλος στρατὸς ἀντιστῇ κοτε ἀνθρώπων . νῦν δὲ διαβαίνωμεν ἐπευξάμενοι τοῖσι θεοῖσι οἳ Πέρσας λελόγχασι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.