οὕτω μὲν Ἰοῦν ἐς Αἴγυπτον ἀπικέσθαι λέγουσι Πέρσαι , οὐκ ὡς Ἕλληνές , καὶ τῶν ἀδικημάτων πρῶτον τοῦτο ἄρξαι . μετὰ δὲ ταῦτα Ἑλλήνων τινάς (οὐ γὰρ ἔχουσι τοὔνομα ἀπηγήσασθαι ) φασὶ τῆς Φοινίκης ἐς Τύρον προσσχόντας ἁρπάσαι τοῦ βασιλέος τὴν θυγατέρα Εὐρώπην . εἴησαν δʼ ἄν οὗτοι Κρῆτες . ταῦτα μὲν δὴ ἴσα πρὸς ἴσα σφι γενέσθαι , μετὰ δὲ ταῦτα Ἕλληνας αἰτίους τῆς δευτέρης ἀδικίης γενέσθαι ·
καταπλώσαντας γὰρ μακρῇ νηί ἐς Αἶαν τε τὴν Κολχίδα καὶ ἐπὶ Φᾶσιν ποταμόν , ἐνθεῦτεν , διαπρηξαμένους καὶ τἄλλα τῶν εἵνεκεν ἀπίκατο , ἁρπάσαι τοῦ βασιλέος τὴν θυγατέρα Μηδείην . πέμψαντά
δὲ τὸν Κόλχων βασιλέα ἐς τὴν Ἑλλάδα κήρυκα αἰτέειν τε δίκας τῆς ἁρπαγῆς καὶ ἀπαιτέειν τὴν θυγατέρα . τοὺς δὲ ὑποκρίνασθαι ὡς οὐδὲ ἐκεῖνοι Ἰοῦς τῆς Ἀργείης ἔδοσάν σφι δίκας τῆς ἁρπαγῆς · οὐδὲ ὤν αὐτοὶ δώσειν ἐκείνοισι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.