Αἰγύπτιοι δὲ θρησκεύουσι περισσῶς τά τε ἄλλα περὶ τὰ ἱρὰ καὶ δὴ καὶ τάδε . ἐοῦσα
ἡ Αἴγυπτος ὅμουρος τῇ Λιβύῃ οὐ μάλα θηριώδης ἐστί · τὰ δὲ ἐόντα σφι ἅπαντα ἱρὰ νενόμισται , καὶ τὰ μὲν σύντροφα αὐτοῖσι τοῖσι ἀνθρώποισι , τὰ δὲ οὔ . τῶν δὲ εἵνεκεν ἀνεῖται τὰ θηρία ἱρὰ εἰ λέγοιμι , καταβαίην ἂν τῷ λόγῳ ἐς τὰ θεῖα πρήγματα , τὰ ἐγὼ φεύγω μάλιστα ἀπηγέεσθαι · τὰ δὲ καὶ εἴρηκα αὐτῶν ἐπιψαύσας , ἀναγκαίῃ καταλαμβανόμενος εἶπον . νόμος
δὲ ἐστὶ περὶ τῶν θηρίων ὧδε ἔχων · μελεδωνοὶ ἀποδεδέχαται τῆς τροφῆς χωρὶς ἑκάστων καὶ ἔρσενες καὶ θήλεαι τῶν Αἰγυπτίων , τῶν παῖς παρὰ πατρὸς ἐκδέκεται τὴν τιμήν . οἳ
δὲ ἐν τῇσι πόλισι ἕκαστοι εὐχὰς τάσδε σφι ἀποτελέουσι · εὐχόμενοι τῷ θεῷ τοῦ ἂν ᾖ τὸ θηρίον , ξυρῶντες τῶν παιδίων ἢ πᾶσαν τὴν κεφαλὴν ἢ τὸ ἥμισυ ἢ τὸ τρίτον μέρος τῆς κεφαλῆς , ἱστᾶσι σταθμῷ πρὸς ἀργύριον τὰς τρίχας · τὸ δʼ ἂν ἑλκύσῃ , τοῦτο τῇ μελεδωνῷ τῶν θηρίων διδοῖ , ἣ δὲ ἀντʼ αὐτοῦ τάμνουσα ἰχθῦς παρέχει βορὴν τοῖσι θηρίοισι . τροφὴ
μὲν δὴ αὐτοῖσι τοιαύτη ἀποδέδεκται · τὸ δʼ ἄν τις τῶν θηρίων τούτων ἀποκτείνῃ , ἢν μὲν ἑκών , θάνατος ἡ ζημίη , ἢν δὲ ἀέκων , ἀποτίνει ζημίην τὴν ἂν οἱ ἱρέες τάξωνται . ὃς δʼ ἂν ἶβιν ἢ ἴρηκα ἀποκτείνῃ , ἤν τε ἑκὼν ἤν τε ἀέκων , τεθνάναι ἀνάγκη .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.