ἐν δὲ τῇσι συνουσίῃσι τοῖσι εὐδαίμοσι αὐτῶν , ἐπεὰν ἀπὸ δείπνου γένωνται , περιφέρει ἀνὴρ νεκρὸν ἐν σορῷ ξύλινον πεποιημένον , μεμιμημένον ἐς τὰ μάλιστα καὶ γραφῇ καὶ ἔργῳ , μέγαθος ὅσον τε πηχυαῖον ἢ δίπηχυν , δεικνὺς δὲ ἑκάστῳ τῶν συμποτέων λέγει ἐς τοῦτον ὁρέων πῖνέ τε καὶ τέρπευ · ἔσεαι γὰρ ἀποθανὼν τοιοῦτος . ταῦτα μὲν παρὰ τὰ συμπόσια ποιεῦσι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.