νοστήσαντα δέ μιν ὑπῆγον οἱ ἐχθροὶ ὑπὸ τοὺς ἐφόρους , φάμενοί μιν δωροδοκήσαντα οὐκ ἑλεῖν τὸ Ἄργος , παρεὸν εὐπετέως μιν ἑλεῖν . ὁ δέ σφι ἔλεξε , οὔτε εἰ ψευδόμενος οὔτε εἰ ἀληθέα λέγων , ἔχω σαφηνέως εἶπαι , ἔλεξε δʼ ὦν φάμενος , ἐπείτε δὴ τὸ τοῦ Ἄργου ἱρὸν εἷλον , δοκέειν οἱ ἐξεληλυθέναι τὸν τοῦ θεοῦ χρησμόν · πρὸς ὦν ταῦτα οὐ δικαιοῦν πειρᾶν τῆς πόλιος , πρίν γε δὴ ἱροῖσι χρήσηται καὶ μάθῃ εἴτε οἱ ὁ θεὸς παραδιδοῖ εἴτε ἐμποδὼν ἕστηκε ·
καλλιερευμένῳ δὲ ἐν τῷ Ἡραίῳ ἐκ τοῦ ἀγάλματος τῶν στηθέων φλόγα πυρὸς ἐκλάμψαι , μαθεῖν δὲ αὐτὸς οὕτω τὴν ἀτρεκείην , ὅτι οὐκ αἱρέει τὸ Ἄργος · εἰ μὲν γὰρ ἐκ τῆς κεφαλῆς τοῦ ἀγάλματος ἐξέλαμψε , αἱρέειν ἂν κατʼ ἄκρης τὴν πόλιν , ἐκ τῶν στηθέων δὲ λάμψαντος πᾶν οἱ πεποιῆσθαι ὅσον ὁ θεὸς ἐβούλετο γενέσθαι . ταῦτα λέγων πιστά τε καὶ οἰκότα ἐδόκεε Σπαρτιήτῃσι λέγειν , καὶ διέφυγε πολλὸν τοὺς διώκοντας .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.