ἐπὶ τοῦτον ὦν τὸν ποταμὸν ἀπικόμενος ὁ Δαρεῖος ὡς ἐστρατοπεδεύσατο , ἡσθεὶς τῷ ποταμῷ στήλην ἔστησε καὶ ἐνθαῦτα , γράμματα ἐγγράψας λέγοντα τάδε . Τεάρου
ποταμοῦ κεφαλαὶ ὕδωρ ἄριστόν τε καὶ κάλλιστον παρέχονται πάντων ποταμῶν · καὶ ἐπʼ αὐτὰς ἀπίκετο ἐλαύνων ἐπὶ Σκύθας στρατὸν ἀνὴρ ἄριστος τε καὶ κάλλιστος πάντων ἀνθρώπων , Δαρεῖος ὁ Ὑστάσπεος , Περσέων τε καὶ πάσης τῆς ἠπείρου βασιλεύς . ταῦτα δὲ ἐνθαῦτα ἐγράφη .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.