ὣς δὲ καὶ Σπαρτιῆται , ἐδέοντο γὰρ δεινῶς τοῦ Τισαμενοῦ , πάντως συνεχώρεόν οἱ . συγχωρησάντων δὲ καὶ ταῦτα τῶν Σπαρτιητέων , οὕτω δὴ πέντε σφι μαντευόμενος ἀγῶνας τοὺς μεγίστους Τισαμενὸς ὁ Ἠλεῖος , γενόμενος Σπαρτιήτης , συγκαταιρέει . μοῦνοι δὲ δὴ πάντων ἀνθρώπων ἐγένοντο οὗτοι Σπαρτιήτῃσι πολιῆται .
οἱ δὲ πέντε ἀγῶνες οἵδε ἐγένοντο , εἷς μὲν καὶ πρῶτος οὗτος ὁ ἐν Πλαταιῇσι , ἐπὶ δὲ ὁ ἐν Τεγέῃ πρὸς Τεγεήτας τε καὶ Ἀργείους γενόμενος , μετὰ δὲ ὁ ἐν Διπαιεῦσι πρὸς Ἀρκάδας πάντας πλὴν Μαντινέων , ἐπὶ δὲ ὁ Μεσσηνίων ὁ πρὸς Ἰθώμῃ , ὕστατος δὲ ὁ ἐν Τανάγρῃ πρὸς Ἀθηναίους τε καὶ Ἀργείους γενόμενος · οὗτος δὲ ὕστατος κατεργάσθη τῶν πέντε ἀγώνων .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.