χρόνου δὲ προϊόντος ἀνάπυστα γίνεται τρόπῳ τοιῷδε . ἐξυφήνασα Ἄμηστρις ἡ Ξέρξεω γυνὴ φᾶρος μέγα τε καὶ ποικίλον καὶ θέης ἄξιον διδοῖ Ξέρξῃ . ὁ δὲ ἡσθεὶς περιβάλλεταί τε καὶ ἔρχεται παρὰ τὴν Ἀρταΰντην ·
ἡσθεὶς δὲ καὶ ταύτῃ ἐκέλευσε αὐτὴν αἰτῆσαι ὃ τι βούλεταί οἱ γενέσθαι ἀντὶ τῶν αὐτῷ ὑπουργημένων · πάντα γὰρ τεύξεσθαι αἰτήσασαν . τῇ δὲ κακῶς γὰρ ἔδεε πανοικίῃ γενέσθαι , πρὸς ταῦτα εἶπε Ξέρξῃ δώσεις μοι τὸ ἄν σε αἰτήσω ; ὁ δὲ πᾶν μᾶλλον δοκέων κείνην αἰτῆσαι ὑπισχνέετο καὶ ὤμοσε . ἣ δὲ ὡς ὤμοσε ἀδεῶς αἰτέει τὸ φᾶρος . Ξέρξης
δὲ παντοῖος ἐγίνετο οὐ βουλόμενος δοῦναι , κατʼ ἄλλο μὲν οὐδέν , φοβεόμενος δὲ Ἄμηστριν , μὴ καὶ πρὶν κατεικαζούσῃ τὰ γινόμενα οὕτω ἐπευρεθῇ πρήσσων · ἀλλὰ πόλις τε ἐδίδου καὶ χρυσὸν ἄπλετον καὶ στρατόν , τοῦ ἔμελλε οὐδεὶς ἄρξειν ἀλλʼ ἢ ἐκείνη . Περσικὸν δὲ κάρτα ὁ στρατὸς δῶρον . ἀλλʼ οὐ γὰρ ἔπειθε , διδοῖ τὸ φᾶρος . ἣ δὲ περιχαρὴς ἐοῦσα τῷ δώρῳ ἐφόρεέ τε καὶ ἀγάλλετο .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.