οἱ δὲ στρατηγοὶ τῶν Ἀθηναίων ἐλθόντες ἐπὶ τὸ δεξιὸν κέρας ἔλεγον Παυσανίῃ τά περ ἤκουσαν Ἀλεξάνδρου . ὁ δὲ τούτῳ τῷ λόγῳ καταρρωδήσας τοὺς Πέρσας ἔλεγε τάδε .
ἐπεὶ τοίνυν ἐς ἠῶ ἡ συμβολὴ γίνεται , ὑμέας μὲν χρεόν ἐστι τοὺς Ἀθηναίους στῆναι κατὰ τοὺς Πέρσας , ἡμέας δὲ κατὰ τοὺς Βοιωτούς τε καὶ τοὺς κατʼ ὑμέας τεταγμένους Ἑλλήνων , τῶνδε εἵνεκα · ὑμεῖς ἐπίστασθε τοὺς Μήδους καὶ τὴν μάχην αὐτῶν ἐν Μαραθῶνι μαχεσάμενοι , ἡμεῖς δὲ ἄπειροί τε εἰμὲν καὶ ἀδαέες τούτων τῶν ἀνδρῶν · Σπαρτιητέων γὰρ οὐδεὶς πεπείρηται Μήδων · ἡμεῖς δὲ Βοιωτῶν καὶ Θεσσαλῶν ἔμπειροι εἰμέν .
ἀλλʼ ἀναλαβόντας τὰ ὅπλα χρεόν ἐστι ἰέναι ὑμέας ἐς τόδε τὸ κέρας , ἡμέας δὲ ἐς τὸ εὐώνυμον . πρὸς δὲ ταῦτα εἶπαν οἱ Ἀθηναῖοι τάδε . καὶ αὐτοῖσι ἡμῖν πάλαι ἀπʼ ἀρχῆς , ἐπείτε εἴδομεν κατʼ ὑμέας τασσομένους τοὺς Πέρσας , ἐν νόῳ ἐγένετο εἰπεῖν ταῦτα τά περ ὑμεῖς φθάντες προφέρετε · ἀλλὰ ἀρρωδέομεν μὴ ὑμῖν οὐκ ἡδέες γένωνται οἱ λόγοι . ἐπεὶ δʼ ὦν αὐτοὶ ἐμνήσθητε , καὶ ἡδομένοισι ἡμῖν οἱ λόγοι γεγόνασι καὶ ἕτοιμοι εἰμὲν ποιέειν ταῦτα .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.