καὶ εὖ μοι ἐδόκεον λέγειν περὶ τῆς χώρης · δῆλα γὰρ δὴ καὶ μὴ προακούσαντι ἰδόντι δέ , ὅστις γε σύνεσιν ἔχει , ὅτι Αἴγυπτος , ἐς τὴν Ἕλληνες ναυτίλλονται , ἐστὶ Αἰγυπτίοισι ἐπίκτητός τε γῆ καὶ δῶρον τοῦ ποταμοῦ , καὶ τὰ κατύπερθε ἔτι τῆς λίμνης ταύτης μέχρι τριῶν ἡμερέων πλόου , τῆς πέρι ἐκεῖνοι οὐδὲν ἔτι τοιόνδε ἔλεγον , ἔστι δὲ ἕτερον τοιόνδε .
Αἰγύπτου γὰρ φύσις ἐστὶ τῆς χώρης τοιήδε . πρῶτα μὲν προσπλέων ἔτι καὶ ἡμέρης δρόμον ἀπέχων ἀπὸ γῆς , κατεὶς καταπειρητηρίην πηλόν τε ἀνοίσεις καὶ ἐν ἕνδεκα ὀργυιῇσι ἔσεαι . τοῦτο μὲν ἐπὶ τοσοῦτο δηλοῖ πρόχυσιν τῆς γῆς ἐοῦσαν .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.