ὅσοι μὲν δὴ Διὸς Θηβαιέος ἵδρυνται ἱρὸν ἤ νομοῦ τοῦ Θηβαίου εἰσί , οὗτοι μέν νυν πάντες ὀίων ἀπεχόμενοι αἶγας θύουσι .
θεοὺς γὰρ δὴ οὐ τοὺς αὐτοὺς ἅπαντες ὁμοίως Αἰγύπτιοι σέβονται , πλὴν Ἴσιός τε καὶ Ὀσίριος , τὸν δὴ Διόνυσον εἶναι λέγουσι · τούτους δὲ ὁμοίως ἅπαντες σέβονται . ὅσοι δὲ τοῦ Μένδητος ἔκτηνται ἱρὸν ἢ νομοῦ τοῦ Μενδησίου εἰσί , οὗτοι δὲ αἰγῶν ἀπεχόμενοι ὄις θύουσι . Θηβαῖοι
μέν νυν καὶ ὅσοι διὰ τούτους ὀίων ἀπέχονται , διὰ τάδε λέγουσι τὸν νόμον τόνδε σφίσι τεθῆναι . Ἡρακλέα θελῆσαι πάντως ἰδέσθαι τὸν Δία , καὶ τὸν οὐκ ἐθέλειν ὀφθῆναι ὑπʼ αὐτοῦ · τέλος δέ , ἐπείτε λιπαρέειν τὸν Ἡρακλέα , τάδε τὸν Δία μηχανήσασθαι · κριὸν
ἐκδείραντα προσχέσθαι τε τὴν κεφαλὴν ἀποταμόντα τοῦ κριοῦ καὶ ἐνδύντα τὸ νάκος οὕτω οἱ ἑωυτὸν ἐπιδέξαι . ἀπὸ τούτου κριοπρόσωπον τοῦ Διὸς τὤγαλμα ποιεῦσι Αἰγύπτιοι , ἀπὸ δὲ Αἰγυπτίων Ἀμμώνιοι , ἐόντες Αἰγυπτίων τε καὶ Αἰθιόπων ἄποικοι καὶ φωνὴν μεταξὺ ἀμφοτέρων νομίζοντες . δοκέειν
δέ μοι , καὶ τὸ οὔνομα Ἀμμώνιοι ἀπὸ τοῦδε σφίσι τὴν ἐπωνυμίην ἐποιήσαντο · Ἀμοῦν γὰρ Αἰγύπτιοι καλέουσι τὸν Δία . τοὺς δὲ κριοὺς οὐ θύουσι Θηβαῖοι , ἀλλʼ εἰσί σφι ἱροὶ διὰ τοῦτο . μιῇ
δὲ ἡμέρῃ τοῦ ἐνιαυτοῦ , ἐν ὁρτῇ τοῦ Διός , κριὸν ἕνα κατακόψαντες καὶ ἀποδείραντες κατὰ τὠυτὸ ἐνδύουσι τὤγαλμα τοῦ Διός , καὶ ἔπειτα ἄλλο ἄγαλμα Ἡρακλέος προσάγουσι πρὸς αὐτό . ταῦτα δὲ ποιήσαντες τύπτονται οἱ περὶ τὸ ἱρὸν ἅπαντες τὸν κριὸν καὶ ἔπειτα ἐν ἱρῇ θήκῃ θάπτουσι αὐτόν .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.